Ancient Greek
Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.
Origen, In Jeremiam (Homiliae 1-11) 9-3
Not analysed yet
Παράδοξόν τι μέλλει λέγειν ὁ λόγος, ὅτι »ἡ σοφία τοῦ κόσμοι μωρία παρὰ τῷ θεῷ ἐστιν«, καὶ »ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου«. ἀρα ἐν σοφίᾳ ἐφώρανει. τὴν σοφίαν τοῦ κόσμου; καὶ δύναται χωρῆσαι τὴν σοφίαν, ἱν ἐλεγχθῇ μωρὰ εἶναι, ἡ τοῦ κόσμου σοφία; ἀγωνίζεται γὰρ ἡ σοφία τοῦ θεοῦ πρὸς τὴν σοφίαν τοῦ κόσμου, ἵνα ἐλεγχθῇ πρὸς αὐτήν; ἀλλ' ὀλίγου τινὸς χρεία ἐστὶν ὅπερ ὀλίγον μωρὸν τοῦ θεοῦ έστιν, ἵνα τούτῳ τῷ βραχεῖ μωρῷ τοῦ θεοῦ μωρανθῇ ἡ σοφία τοῦ κόσμου καὶ ἐλεγχθη οὐ γὰρ ἔφερεν ἡ σοφία τοῦ κόσμου τούτου τὴν σοφίαν τοῦ θεοῦ. οἷον ἐπὶ παραδείγματος, ἵνα νοήσῃς ὅτι »τὸ μωρὸν τοῦ θεοῦ« »ἐμώρανεν τὴν σοφίαν τοῦ κόσμου«, δεδόσθω με ἀγωνίξεσθαι, δοκοῦντά με εἰδέναι πολλὰ καὶ πλείονα, πρός τινα ἀνόητον καὶ ἀπαίδευτον καὶ μηδὲν συνιέντα καὶ μὴ ἀγωνιξόμενον ὑπὲρ λόγων γενναίων ὁποιωνδήποτε. ἆρα χρείαν ἔχω διαλεκτικῆς |πρὸς ἐκεῖνον ἢ θεωρημάτων βαθυτέρων, ἐὰν ᾖ μωρὰ αὐτοῦ τά νοή- ματα; οὐχ ἑνός μοι λεξιδίου χρεία ἐστὶν ὀλίγῳ δριμυτέρου παρὰ τὴν ἐκείνου λέξιν,, ἵνα ἐλέγξαι δυνηθῶ τὴν ἐκείνου μωρίαν; οὕτως ἕνα μωρανθῇ ἡ σοφία τοῦ κόσμου τούτου, οὐ χρεία τῆς σοφίας τοῦ θεοῦ ἀγωνιζομένης πρὸς αὐτήν αὐτὴ γὰρ κάτω ἐστίν), ἀλλὰ ἀρκεῖ τὸ μωρὸν τοῦ θεοῦ, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν((. καὶ πάντα τὰ ἐναντία ὁ σωτήρ μου καὶ κύριος ἀνείληφεν, ἵνα τοῖς ἐναντίοις λύσῃ τὰ ἐναντία, καὶ ὴμεῖς ἰσχυροποιηθῶμεν ἀπὸ τῆς ἀσθενείας Ἰησοῦ καὶ σοφισθῶμεν ἀπὸ τοῦ μωροῦ τοῦ θεοῦ καὶ εἰσαχθέντες ἐν τούτοις δυνηθῶμεν ἀναβῆναι ἐπὶ τὴν σοφίαν, ἐπὶ τὴν ἰσχὺν τοῦ θεοῦ, Χριστὸν Ἰησοῦν, ᾦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Άμήν.