Ancient Greek
Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.
Origen, In Jeremiam (Homiliae 1-11) 11-2
Not analysed yet
Ἐπὶ τούτοις περὶ τοῦ Ἰσραὴλ λέγει ὁ θεός· »ἐὰν ἐπιστραφῇ Ἰσραὴλ πρός με, λέγει κύριος, καὶ ἐπιστραφήσεται«· τουτέστιν, ἐὰν τελείως ἐπιστρέψῃ, καὶ ἐπιστραφήσεται ἐπιστροφῇ, οὐκ ἐὰν οἱονεὶ ἄρξηται ἐπιστρέφειν. εἶτά φησι· »καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. ἐὰν τάδε ποιήσωσιν, »εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. τίνα δὲ τάδε ποιήσωσιν, ἵνα εὐλογήσωσιν ἐν αὐτῷ ἔθνη; »ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ«. τί δὲ τὸ περιελεῖν τὰ βδελύγματα ἐκ τοῦ στόματος< ὅσα κακῶς λέγομεν, βδελύγματά εἰσιν ἐν τῷ στόματι ἡμῶν. περιέλωμεν τοίνυν τὰ βδελύγματα ἐκ τοῦ στόματος, ἡμῶν, περιαιροῦντες καταλαλιάς, λόγους ματαίους, ἀργοὺς λόγους καὶ μέλλοντας ἡμᾶς ποιεῖν ἐγκαλεῖσθαι »ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ«. εἴπερ οὖν θέλομεν ἀπαντῆσαι ἡμῖν τὸ »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ«, ποιήσωμεν τὰ ἀπ᾿ ἀρχῆς εἰρημένα. ποῖον δὲ πρῶτον; περι- ελεῖν »τὰ βδελύγματα ἐκ τοῦ στόματος« ἡμῶν. ἑξῆς ἐστιν καὶ τὸ »ἀπὸ τοῦπροσώπου μου εὐλαβηθήσῃ«. δεύτερον τοῦτο ποιήσωμεν, οὐχ ἁπλῶς, ἵνα εὐλαβθῶμεν· τάχα γάρ ἐστιν εὐλάβεια γινομένη, οὐκ ἀπὸ προσώπου δὲ τοῦ θεοῦ. οἱ γοῦν οὐκ ἐπιστημόνως φοβούμενοι, προτιθέμενοι δὲ φοβεῖσθαι, οὐκ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβοῦνται· ὅσοι δὲ μετ᾿ ἐπιστήμης εὐλαβοῦνται, τῷ ἀεὶ βλέπειν καὶ ἀναζωγραφεῖν ἑαυτοῖς τὸ >πρόσωπον τοῦ θεοῦ γινόμενον ἐπὶ τοὺς ποιοῦντας τὰ κακά, τοῦ ἐξολοθρευθῆναι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν<, οὗτοί εἰσιν οἱ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβούμενοι.