Ancient Greek
Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.
Origen, In Jeremiam (Homiliae 1-11) 12-2
Not analysed yet
»Ἐὰν περιέλῃ τὰ βδελύγματα<αὐτοῦ>ἀπὸ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. ἴδωμεν ἡμεῖς ἑαυτοὺς οἱ ὀμνύοντες, τίνα τρόπον οὐκ ἐν κρίσει ὀμνύομεν ἀλλ᾿ ἀκρίτω, ὥστε γενέσθαι ἡμῶν τοὺς ὅρκους ἔθει μᾶλλον ἢ κρίσει. συναρπαζόμεθα γοῦν, καὶ τοῦτο ἐλέγχων ὁ λόγος φησίν· »καὶ ἐὰν ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. οἴδαμεν ἐν τῷ εὐαγγε- λίῳ εἰρημένον ὑπὸ τοῦ κυρίου πρὸς τοὺς μαθητάς· »ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως«, ἴδωμεν δὲ καὶ τοῦτο τὸ ῥητόν· καὶ ἐὰν διδῷ θεός, συνεξετασθήσεται τὰ ἀμφότερα. τάχα γὰρ πρῶτον δεῖ ὀμόσαι »ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιρσύνῃ«, ἵνα μετὰ τοῦτο προκόψας τις ἄξιος γένηται τοῦ μὴ ὀμνύειν ὅλως, ἀλλ᾿ ἔχειν »ναὶ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι τοῦτο, καὶ ἔχειν αὐτὸν »οὒ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι αὐτὸ ἀληθῶς »οὔ«. »καὶ ὀμόσῃ« οὖν »ζῇ κύριος ἐν ἀληθίᾳ«. ἐν τῷ ὀμνύοντι πρῶτον ζητῶ τὸ μὴ ψεῦδος, ἀλλὰ τὸ ἀληθές, ἵνα μετὰ ἀληθείας ὀμόσῃ· ἡμεῖς δὲ οἱ τάλανες καὶ ἐπιορκοῦμεν. ἀλλ᾿ ἔστω »μετὰ ἀληθείας« οὐδὲ οὕτως καλῶς ὅρκος γίνεται, ἀλλ᾿ »ἐν κρίσει«. δεδόσθω γάρ, ἔθει ὀμνύω· οὐκ ὀμνύω »ἐν κρίσει«. εἰ δέοι παραλαμβάνειν εἰς, τὸν τοιοῦτον ὅρκον τὸν θεὸν τὸν τοῦ παντός, καὶ τὸν Χριστὸν αὐτοῦ ἐπὶ τόδε τὸ πρᾶγμα, πηλίκον δεῖ εἶναι τὸ πρᾶγμα, ἵνα γόνατα θῶ καὶ ὀμόσω; πρὸς τὴν ἀπιστίαν γενομένην ἔν τισιν περὶ τοῦ λόγου μου θεραπεύων τοῦτο ποιήσαιμί ποτε, εἰ δὲ ὡς ἔτυχεν, εἰ οὕτως ὀμνύοιμι, ἁμάρτοιμι ἄν. »Ἐὰν« οὖν »ὀμόσῃ· ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει« μὴ ἀκρίτως »καὶ ἐν δικαιοσύνῃ« μὴ ἀδίκως, »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. ἥνωσεν ἀμφότερα, τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ τὸν Ἰσραήλ. εἶπεν περὶ τῶν ἐθνῶν, εἶπεν καὶ περὶ τοῦ Ἰσραήλ.