Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 12
Not analysed yet
»προφήτην εἰς ἔθνη τέθεικά σε«. ἐπὶ τοῦ Ἱερεμίου ἐὰν ἀναζητήσῃς τὸ »προφήτην εἰς ἔθνη τέθεικά σε«, τήρησον ἐν τοῖς ἑξῆς, ὅτι κελεύεται προφητεῦσαι »ἐπὶ πάντα τὰ ἔθνη«, καὶ ἔστι προγραφή· »Ἃ προεφήτευσεν Ἱερεμίας ἐπὶ πάντα τὰ ἔθνη« τῇ »Αἰλὰμ«, »τῇ Δαμασκῷ«, »τῇ Μωάβ«. καὶ ἔχομεν, ὅτι »προεφήτευσεν ἐπὶ πάντα τά ἔθνη«, ὡς πρὸς τὸ ῥητὸν ὅτι »προφήτην εἰς ἔθνη τέθεικά σε« πρὸς ἐκεῖνον. ἐὰν δὲ πρὸς ἀναγωγήν ,ἐὰν μὲν ἐπὶ τοῦ Ἱερεμίου, προειρήκαμεν, ἐὰν δὲ ἐπὶ τοῦ σωτῆρος, τί δεῖ καὶ λέγειν; οὑτος ἀληθῶς ἐπὶ πάντα τὰ ἔθνη προεφήτευσεν· ἔστι γὰρ ὥσπερ ἄλλα μυρία οὕτως καὶ προφήτης. ὥς ἐστιν ἀρχιερεύς, ὥς ἐστι σωτήρ, ὥς έστιν ἰατρός, οὕτως καὶ προφήτης. Μωσῆς γοῦν προφητεύων περὶ αὐτοῦ οὐχὶ προφήτην μόνον, ἀλλὰ καὶ ἐξαιρέτως εἶπεν εἰπών· »προξήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ό θεὸς ὡς ἐμέ, αὐτοῦ καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«. οὑτος οὖν έστιν ὁ καὶ προφήτης »εἰς ἔθνη« τεθειμένος καὶ ἔλαβε χάριν ἀπὸ θεοῦ ἐκχυθεῖσαν ἐν τοῖς χείλεσιν αὐτοῦ, ἴνα μὴ μόνον, ὅτε παρῆν τῷ οώματι, ἀλλὰ καὶ νῦν, ὅτε πάρεστι δυνάμει καὶ τῷ πνεύματι, προφητεύῃ »ἐπὶ πάντα τὰ ἔθνη«, ὥστε ἀπὸ πάντων τῶν Μνῶν ἀνύειν αὐτοῦ τὴν προφητείαν καὶ ἕλκειν ἀνθρώπους ἐπὶ σωτηρίαν.