Ancient Greek
Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.
Origen, In Jeremiam (Homiliae 1-11) 4-3
Not analysed yet
Εἶτα ἐπεὶ ἡμεῖς, οἱ ἀπὸ τῶν ἐθνῶν, ἴσμεν ὅτι τῷ »παραπτώματι τοῦ Ἰσραὴλ ὁδὸν ἐλάβομεν σωτηρίας«, καὶ ἐκεῖνοι ἔξω εἰσὶν ἐκβεβλημένοι μέχρι τὸ πλήρωμα ἡμῶν εἰσέλθῃ, ἴσμεν δὲ ὅτι ἐὰν >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσεται<, διὰ τοῦτό φαμεν πρῶτον μὲν τὸ »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἠ δύναμις τῶν ὀρένω«, δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ μετὰ τὸ πλήρωμα τῶν Μνῶν· πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ«. ἐπεὶ δὲ ἅπαξ ἐμνήσθημεν τοῦ ἀποστολικοῦ ῥητοῦ λέγοντος ὅτι τῷ παραπτώματι, ᾧ παρέπεσεν ὁ Ἰσραήλ, ἡ σωτηρία γέγονε τοῖς ἔθνεσιν<, καὶ ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, ἔξω μένοντος τοῦ Ἰσραήλ, μετὰ τὸ εἰσερχόμενον πλήρωμα τῶν ἐθνῶν >τότε πᾶς Ἰσραὴλ σωθήσεται<, φέρε τὰ κατὰ τοὺς τόπους τούτους ἀναπτύξωμεν. ἦν Ἰσραὴλ σῳζόμενος. ἐξέπεσεν ὁ πολὺς Ἰσραήλ, ἀλλὰ »λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«, περὶ οὗ λείμμα- τος μυστικῶς »ἐν Ἠλίᾳ‘ λέλεκται· »κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτνες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ«. καὶ ἑρμηνεύων περὶ τοῦ λείμματος τούτου ὁ ἀπόστολός φησιν· »ἄρ᾿ οὗν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«. οὐκοῦν Ἰσραὴλ κἂν λεῖμμα σῳζόμενον, καταλειφθέντος τοῦ Ἰσραήλ. ταῦτα τὰ δύο τάγματα, εἰ δυνατὸς εἶ, μετάγαγέ μοι καὶ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. οὐ γὰρ εἶπεν· ὅταν πάντα τὰ ἔθνη σωθῇ, τότε πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ’ >ὅταν τὸ πλήρωμα τῶν ἐΜῶν εἰσέλθῃ, τότε οὐ τὶς Ἰσραὴλ σωθήσεται μετὰ πάντα τὰ ἔθνη, ἀλλὰ μετὰ »τὸ πλήρωμα τῶν ἐθνῶν«. εἴ τις δύναται, τὸ λοιπὸν ὥσπερ εὑρεν τὸν Ἰσραὴλ σῳζόμενον μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν, διαβὰς τῷ λόγῳ κατανοησάτω, πότε πάντες δουλεύσουσιν< κατὰ τὰ ἐν τῷ εἰρημένα >τῷ θεῷ ὑπὸ ζυγὸν ἕνα καὶ ἐκ περάτων Αἰθιοπίας θυσίας · ὅτε, ὡς ἐν ἑξηκοστῷ ἑβδόμῳ λέλεκται Ψαλμῷ· »Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ«, καὶ ταῖς βασιλείαις »τῆς γῆς« προστάσσει ὁ λόγος λέγων· »ᾄσατε τῷ κυρίῳ, ψάλατε τῷ θεῷ Ἰακώβ«.