Ancient Greek
Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.
Origen, In Jeremiam (Homiliae 1-11) 5-2
Not analysed yet
Οὐκοῦν λέγομεν ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν περὶ μὲν ἑαυτῶν, μετανοοῦντες ἐπὶ τοῖς ψευδέσιν ἃ ἐνομίζομεν εἶναι ἀληθῆ· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«· περὶ δὲ τοῦ μεθ’ ἡμᾶς σωθησομένου Ἰσραήλ· »πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ οἴκου Ἰσραήλ«. εἶτε ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων, ἐν οἷς καὶ οἱ πατέρες ἡμῶν γεγόνασιν καὶ ἡμεῖς αὐτοὶ εἰδωλολατροῦντες, φαμέν· »ἡ δὲ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν«. »ἡ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν«, καὶ τάδε τὰ εἰρημένα. οὐκοῦν εἰ μέλλει καταναλίσκεσθαι ὁ μοχθηρὸς μόχθος καὶ τὸ ψευδὲς ἔργον τῶν πατέρων, αἰσχύνην δεῖ γενέσθαι· πρὶν γὰρ αἰσχύνης οὐ καταναλίσκεται ὁ μόχθος τῶν πατέρων <καὶ τὰ ἐπιφερόμενα. διὰ τοῦτο κατανοήσωμεν ἁμαρτανόντων διαφοράς. εἰσὶν ἁμαρτάνοντες καὶ οὐκ αἰσχυνόμενοι οὐδὲ αἰδούμενοι ἐπὶ ταῖς ἁμαρ- τίαις αὐτῶν οὐδὲ ἐρυθριῶντες. τοιοῦτοί εἰσιν οἱ ἀπηλγηκότες καὶ ἑαυτοὺς παραδόντες πάσῃ ἀσελγείᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ᾿ ὅτε καταλέγουσιν τὰς προνείας πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐδὲ αἰδούμενοι ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα. ὅσον οὐκ αἰσχύνονται, οὐκ ἀναλίσκονται αὐτῶν οἱ μόχθοι. οὐκ ἀναλίσκεται αὐτῶν τὰ ἁμαρτήματα. ἀρχὴ ἀγαθῶν ἐστιν τὸ αἰσχυνθῆναί σχυνθῆναί τινα ἃ οὐκ ᾐσχύνετο. διὰ τοῦτο ἐγὼ οὐ κατάραν νομίζω ἐν τοῖς προφήταις λέγεσθαι ἐν τῷ »αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν πάντες οἱ μισοῦντες Σιών«. εὔχεται γὰρ τοὺς ἀναισθήτους τῶν αἰσχύνης ἔργων εἰς συναίσθησιν ἔρχεσθαι, ἵνα αἰσχυνθέντες δυνηθῶσιν ἀναλῶσαι τοὺς μόχθους καὶ τὰ ἁμαρτήματα αὐτῶν.