Ancient Greek
Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.
Origen, In Jeremiam (Homiliae 1-11) 4-4
Not analysed yet
Εἰ δὲ νενόηται ἡμῖν, τίνες εἰσὶν αἱ νεφέλαι, ἴδωμεν πῶς ὁ θεὸς ἀνάγων ἐστὶν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. πῶς ἀπ’ »ἐσχάτου τῆς γῆς«; φησὶν ὁ σωτήρ. »ὁ θέλων έν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων ἔσχατος«. ἐτήρησεν ταύτην τὴν ἐντολὴν Παῦλος, καὶ ἡν ἔσχατος έν τούτῳ τῷ κκόσμῳ. διό φησιν· »δοκῶ γάρ, ὁ θεὸς θεὸς τοὺς ἀποστό- λους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις«. εἴ τις οὖν οὖν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὑτος γίνεται νεφέλη. καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων· »μακάριοι« γὰρ »οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ«. ὁρᾷς πῶς ἀπὸ τῶν ἐσχάτων ἀνάγει ὁ θεὸς καὶ σωματοποιεῖ τὰς νεφέλας; διὰ τοῦτο εἰ βουλόμεθα γενέσθαι νεφέλαι, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια τοῦ θεοῦ, ἔσχατοι πάντων γενώμεθα καὶ εἴπωμεν ἔργοις καὶ διαθέσει τὸ »δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν( κἂν μὴ ἀπόστολος ὦ, ἔξεστί μοι γενέσθαι ἐσχάτῳ, ἵνα ὁ θεὸς ἀνάγων νεφέλας 241r |ἀπ' »ἐσχάτου τῆς γῆς« ἀναγάγῃ με. »Καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν«. λέγουσιν οἱ περὶ ταῦτα δεινοί, ὅτι ἡ γένεσις τῶν ἀστραπῶν ἀπὸ τῶν νεφελῶν γίνεται ἀλλή- λαις προστριβομένων. ὅπερ γὰρ συμβαίνει περὶ τοὺς πυροβόλους λί- θους ἐπὶ γῆς, ἕνα δύο λίθων προσκρουσάντων πῦρ γενγθῇ, τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν νεφελῶν φασιν. προσκρουομένων τῶν νεφελῶν κατὰ τοὺς χειμῶνας γίνεται ἡ ἀστραπή. διὸ ὡς ἐπίπαν ἡ άστραπὴ ἅμα βροντῇ γίνεται, τῆς μὲν βροντῆς ἐμφαινούσης τὸν ἡχον τοῦ συγ- κρουσμοῦ τῶν νεφελῶν, τῆς δὲ ἀστραπῆς γεννώσης τὸ φῶς.