Ancient Greek
Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.
Origen, In Jeremiam (Homiliae 1-11) 5-3
Not analysed yet
εἰ νενόηκας τὸ παράδειγμα, ἴδε μοι καὶ τὴν νοητὴν νεφέλην. Μωσῆς νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν. αὐται δὴ ὁμιλοῦσιν ἀλλή- λαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν. διαλέγονται πρὸς ἀλλήλους, ἡλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται. καὶ ἐν τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἡσαν. ἡλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή. »Ἀστραπὰς« οὐν ὁ θεὸς »εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ανέμους ἐκ θησαυρῶν αὐτοῦ«. ἀρα οὑν οὑτοι οἱ ἄνεμοι ἐν θησαυροῖς εἰσιν; ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται; ἀλλ’ εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, »πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, »πνεῦμα γνώσεως καὶ εὐσεβείας‘ «,»πνεῦμα φόβου θεοῦ«, »πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ«. καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν αγαγεῖν τοὺς ἀνέμους τούτους. τὰ πνεύματα ταῦτα ἐν θησαυροῖς ἐστιν· οἱ θησαυροὶ τίνες εἰσίν; »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«; οὐτοι οἱ θησαυροὶ έν Χριστῷ εἰσιν. ἐκεῖθεν οὖν ἔρχονται οἱ ἄνεμοι οὑτοι, τὰ πνεύματα ταῦτα, ἵν ὁ μέν τις ᾐ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἄναλαβὼν χάρισμα θεοῦ· »ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἐτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι«.