Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 5
Not analysed yet
Μετὰ δὲ τὸ προοίμιον γέγραπται ὅτι ἐγένετο λόγος κυρίου πρὸς αὐτόν«, δῆλον ὅτι τὸν Ἱερεμίαν. τί δὲ λέγει ὁ λόγος τοῦ κυρίου πρὸς αὐτόν; ἐξαίρετον παρὰ τὸ εἰρημένον πρὸς τοὺς λοιποὺς προφήτας. τοῦτο γὰρ πρὸς οὐδένα εὕρομεν τῶν προφητῶν εἰρημένον. Ἀβραὰμ προφήτης ἐχρημάτισεν ἐν τῷ »προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ«, καὶ οὐκ εἶπεν πρὸς αὐτὸν ὁ θεός· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«. ἀλλὰ ὑστερόν ποτε ἡγιάσθη ὁ Ἀβραάμ, ὅτε ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συrγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ< ἐξ ἐπαγγελίας γεγέννηται ὁ καὶ οὐχ εὕρομεν οὐδὲ πρὸς αὐτὸν τοῦτον λεγόμενον τὸν λόγον. καὶ τί με δεῖ καταλέγειν περὶ τῶν ὲξῆς; Ἱερεμίας ἐξαιρέτου ἔτυχε δωρεᾶς, τῆς »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«.