Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 6
Not analysed yet
Οὐκ ἀγνοοῦμεν ὅτι ταῦτα ἀναφέρουσί τινες ὡς μείζονα Ἱερεμίου ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν· καὶ ἰστέον ὅτι τὰ μὲν πολλὰ αὐτῷ συνᾴδει καὶ δύναται ἀναφέρεσθαι ἐπὶ τὸν σωτῆρα, ἃ παραθήσομαι· ὀλίγα δέ τινα τῶν εἰρημένων πρὸς τὸν Ἱερεμίαν θλίβει τὸν λόγον, οὐ δυνάμενα ὡς πρὸς τοὺς πολλοὺς ἐφαρμόσαι τῷ σωτῆρι. τίνα οὐν ἐστι τὰ ἐφαρμόζοντα τῷ σωτῆρι; »πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί οοι λαλήσεις. μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐζαιρεῖοθαί σε, λέγει κύριος«. οὔπω ταῦτα ἂν πρὸς τὸν σωτῆρα δόξειαν ἀναφέφεσθαι, τά ἑξῆς δὲ »καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥφατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν« θλίβει τὴν περὶ τοῦ Ἱερεμίου ἑρμηνείαν ποῖα ἔθνη ἐξερρίζωσε, ποίας κατέστρεψε βασιλείας; γέγραπται γάρ’ »ἰδοὺ καθέστακά σε σήμερον έπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν«. ποίαν δὲ εἶχεν ἐξουσίαν ὁ Ἱερεμίας εἰς τὸ »ἀπολλύειν«, ὅπερ εἴρηται ὡς πρὸς Ἱερεμίαν έν τῷ »καὶ ἀπολλύειν«; τίνας δὲ τοσούτους ᾠκοδόμησεν Ἱερεμίας, ἴνα λέγηται »καὶ οἰκοδομεῖν«; Ἱερεμίας φησίν· »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείας«. πῶς οὐν δέδοται αὐτῷ τὸ »οἰκοδομεῖν καὶ καταφυτεύειν‘; πῶς ἐπὶ τὸν Ἱερεμίαν ἐφαρμόσει τὸ »καταφυτεύειν«; ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφερόμενα οὐ θλίβει τὸν ἑρημνεύοντα, ὅτι ὁ Ἱερεμίας ἐν τούτοις σύμβολον τοῦ σωτῆρός ἐστιν. τὰ δὲ παρατεθηοόμενα πάνυ θλίβει καὶ τὸν πάνυ συνετώτατον βουλόμενον δεῖξαι, πῶς καὶ ταῦτα δύναται ἁρμόζειν ἐπὶ τὸν σωτῆρα· »καὶ εἶπα· ὁ ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν«. ὅστις ἐστὶν σοφία, ὅστις ἐστὶ δύναμις ἤνεγκεν ἡμῖν >τὸ πλήρωμα τῆς θεότητος, ὃ κατῴκησεν ἐν σωματικῶς< —πῶς οὖν δύναται ἁρμόζειν τὸ »οὐκ τῷ σωτῆρι; ἀλλὰ καὶ τὸ »νεώτερος ἐγώ εἰμι« ἀπαγορεύεται τὸν σωτῆρα, ὡς λέγοντα αὐτὸν οὐ καλῶς. εἰ γὰρ αὐτῷ λέγει ὁ κύριος· μὴ λέγε τόδε, δῆλον ὅτι οὐ καλῶς λεγόμενον ἀπαγορεύει αὐτό. Οὐχ ἁρμόζει οὖν ταῦτα ἐπὶ τὸν σωτῆρα. ἐκεῖνα δ᾿ οὐ δοκεῖ δυσωπεῖν ἐπὶ τὸν σωτῆρα. εἰπεῖν δὲ ὅτι ταῦτα μὲν ἐπὶ τὸν Ἱερεμίαν ἀναφέρεται, ἐκεῖνα δὲ ἐπὶ τὸν σωτῆρα, οὐ χαλεπόν. ὁ μέντοι εὐγνώμων πάνυ θλιβήσεται ἐν τῷ τόπῳ, ορῶν ὅτι τὸ διακόψαι ἐν εἱρμῶ λόγων λόγους εἰρημένους εἴτε πρὸς τὸν Ἰερεμίαν εἴτε πρὸς τὸν σωτῆρα, καὶ λέγειν ταῦτα, <ἐπεὶ ἐλάττονά ἐστι τῷ Χριστῷ ἀλλὰ τῷ Ἱερεμίᾳ ἁρμόζειν, καὶ ταῦτα, ἐπεὶ μείζονά ἐστιν Ἱερεμίου, οὐ τῷ Ἱερεμίᾳ ἀλλὰ τῷ Χριστῷ ἁρμόζειν, ἀγνωμόνων ἐστίν. ὅλος οὖν ἐπὶ τὸν Ἱερεμίαν ἀναφερέσθω ; καὶ ταῦτα τὰ δοκοῦντα εἶναι μείζονα Ἱερεμίου ἑρμηνευέσθω.