Ancient Greek
Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.
Origen, In Jeremiam (Homiliae 1-11) 7-3
Not analysed yet
»Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως((. εἰ πᾶς ἄνθρωπος ἐμωράνθη ἀπὸ γνώσεως, καὶ Παῦλός ἐστιν ἄνθρωπος, Παῦλος ἐμωράνθη ἀπὸ γνώσεως >ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους ἐμωράνθη ἀπὸ γνώσεως >δἰ ἐσόπτρου βλέπων< ἐν πολλοστημόριον καί, εἰ ἔστιν εἰπεῖν, ἀπειροστημόριον βλέπων καὶ καταλαμβάνων τῶν πραγμάτων. ἐκ τοῦ ἐναντίου δὲ νοήσεις τὸ »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. ἔστιν ἁμαρτήματα τῆς Ιερουσαλήμ, ἁμαρτήματα καὶ Σοδόμων, ἀλλὰ συφκρίσει τῶν χειρόνων ἁμαρτημάτων τῆς Ἱερουσαλὴμ δικαιοσύνη ἐστὶν τὰ Σοδόμων ἁμαρτή- ματα· »ἐδικαιώθη« γάρ φησι »Σόδομα ἐκ σοῦ«. ὥσπερ οὐν οὐχὶ δικαιοσύνη τὰ Σοδόμων ἁμαρτήματα ἀλλὰ ἀλλὰ ὡς πρὸς τὴν πλείονα δὲ ἀδικίαν δικαιοσύνη ἐστίν, οὕτως ἐκ τοῦ τοῦ γνῶσις, ἡ Παύλῳ γνῶσις, ὡς πρὸς τὴν γνῶσιν ἐκείνην τὴν οὖσαν έν τοῖς οὐρα- νοῖς, ὡς πρὸς τὴν τελείαν γνῶσιν μωρία ἐστίν. διὰ τοῦτο »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. τοιοῦτόν τι οἶμαι καταλαμβάνων ὁ Ἐκκλησιαστὴς ἔλεγεν. »εἶπα. σοφισθήσομαι. καὶ αὐτὴ ἐμακρύνθη ἀπ ἐμοῦ μακρὰν ὑπὲρ ὅ ἠν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό«;