Ancient Greek
Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.
Origen, In Jeremiam (Homiliae 1-11) 8-2
Not analysed yet
Μέλλει τι ἐπιτολμᾶν ὁ λόγος καὶ λέγειν, ὅτι τὸ ἐπιδημῆσαν τῷ βίῳ ἐκώνωσεν ἑαυτό, ἵνα τῷ κενώματι αὐτοῦ πληρωθῇ ὁ κός- μος. εἰ δὲ ἐκένωσεν ἑαυτὸ ἐκεῖνο τὸ ἐπιδημῆσαν τῷ βίῳ, ἐκεῖνο τὸ κένωμα σοφία ἠν. »ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν«. εἰ ἐγὼ εἰρήκειν· »τὸ μωρὸν τοῦ θεοῦ«, πῶς ἂν οἱ φιλαίτιοι ἐνεκάλεσάν μοι; πῶς ἂν ἐμέμψαντό μοι; πῶς ἂν μὲν εἰρημένων τῶν νομιξομένων καὶ αὐτοῖς καλῶν, τούτου δὲ ὡς οἴονται οὐ Ι καλῶς εἰρημένου κατηγορήθην, διότι εἶπον »τὸ μωρὸν τοῦ θεοῦ«; νυνὶ δὲ Παῦλος ὡς σοφὸς καὶ ἐξουσίαν ἔχων ἀποστολικὴν ἐτόλμησεν εἰπεῖν πᾶσαν τὴν ἐπὶ γὴν σοφίαν, καὶ τὴν ἐν αὐτῷ καὶ τὴν ἐν Πέτρῳ καὶ τοῖς ἀποστόλοις, πᾶσαν τὴν ἐπιδημήασαν τῷ κόσμῳ εἰναι »τὸ μωρὸν τοῦ θεοῦ«. ὡς γὰρ πρὸς ἐκείνην τὴν σοφίαν, ἣν οὐ χωρεῖ ἐπὶ γῆς τόπος, ὡς πρὸς ἐκείνην τὴν σοφίαν τὴν ὑπερουράνιον, τὴν ὑπερκόσμιον, τοῦτο τὸ ἐπιδημῆσαν μωρὸν τοῦ θεοῦ. ἀλλὰ τοῦτο »τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν«. ποίων ἀνθρώπων; οὐ τῶν μωρῶν λέγω, ἀλλὰ σοφώτερόν ἐστι καὶ τῶν σοφῶν ἀνθρώπων. κἂν τοὺς σοφοὺς εἴπῃς τοῦ αἰῶνος τούτου εἴτε ἄρχοντας εἴτε προφήτας, τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου »τὸ μωρὸν τοῦ θεοῦ«, ὅ διηγησάμην, »σοφώτερον τῶν ἀνθρώπων ἐστίν«.