Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 17
Not analysed yet
»Ἵνα τί οἱ μισοῦντές με κατισχύουσι«; πολλὰ ἔσχε πράγματα, ἔπασχεν ἀπὸ τῶν μὴ θελόντων ἀκούειν τὸ ἀληθές, καὶ ἦσαν αὐτοῦ ἐκεῖνοι δυνατώτεροι [δὲ] ἐνταῦθα ἐν τῷ αἰῶνι τούτῳ, ἐπειδὴ οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλὰ ἀπὸ τῶν κρειττόνων χωρίών, ὥς φησιν ὁ σωτήρ· »εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις«. οἱ λυποῦντες οὖν τὸν προφήτην κατίσχυον αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ. ὅτι γὰρ ἰσχύουσι, βλέπετε τοὺς μάρτυρας. ὁ δικαστὴς καθέζεται δικάζων καὶ τρυφῶν ἐν τῷ δικαστηρίῳ· ὁ Χριστιανός, ἐν ᾧ ἐστι Χριστὸς δικαζόμενος, πικρίας ἐνεπλήσθη καὶ καταδεδυνάστευαι ὑπὸ τοῦ ἀδίκου καὶ καταδικάζεται.