Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 16
Not analysed yet
»Κατὰ μόνας ἐκαθήμην«. καὶ τὰ ῥήματα ἐνταῦθα οἰκοκομεῖ. ὅταν πλῆθος ᾖ ἁμαρτωλῶν καὶ μὴ φέρωσι τὸν δίκαιον βιοῦντα |δικαίως, οὐδὲν ἄτοπόν ἐστι φεύγοντα τὸ συνέδριον τῆς κακίας μιμήσασθαι τὸν εἰπόντα· »κατὰ μόνας ἐκαθήμην«, μιμήσασθαι καὶ τὸν λέγοντα Ἡλίαν· »κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγῶ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχῆν μου λαβεῖν αὐτήν«. τάχα δὲ κἂν βαθύτερον ἐξετάσῃς τὸ »κατὰ μόνας ἐκαθήμην«, εὑρήσεις τινὰ ἄξιον νοῦν βάθους προφητικοῦ. ὅταν τὸν τῶν πολλῶν βίον μμιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν· »κατὰ μόνας ἐκαθήμην«, ἀλλά· μετὰ πολλῶν ἐκαθήμην. ἐπὰν δὲ ὁ βίος μου γένηται δυσμίμητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παὰ τὸ μόνος εἶναι τοιόσδε καὶ μηδένα μιμήσασθαί με τὸ »κατὰ μμόνας ἐκθήμην«. ἔξεστιν οὖν καὶ μὴ ὄντα σε πρεσβύτερον καὶ μὴ ὄντα σε ἐπίσκοπον μηδέ τινι τιμῇ ἐκκλησιαστικῇ τετιμημένον εἰπεῖν τοῦτο, τὸ »κατὰ μόνας ἐκαθή΄μην« ζηλῶσαι καὶ βίον ἀναλαβεῖν ὥστε εἰπεὶν· »κατὰ μόνας ἐκαθήμην«. »Ὅτι πικρίας ἐνεπλήσθην«. εἰ »στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἑορτή σου μετὰ πικρίδων γίνεται; ὅταν γὰρ ἑορτάζῃς, »ἄζυμα« φησὶν »ἐπὶ πικρίδων φάγεσαι«. τί βούλεται ὁ λόγος λέγων ὅτι δεὶ τὸν ἑορτάζοντα τῷ θεῷ »ἄζυμα ἐπὶ πικρίδων« ἐσθίειν, κατανοητέον. τὰ μὲν ἄζυμα διηγήσατο ὁ ἀπόστολος, οὐκ ἔστιν ἐμὴ ἡ ἑρμηνεία· τὸ δὲ ἀκόλουθον τῆς ἑρμηνείας ἀναγκαῖόν ἐστι παραπλήσιον εἶναι τῇ ἀποστολικῇ διηγήσει. ὁ ἀπόστολος τὰ περὶ τῶν ἀζύμων διηγήσατο λέγων· »ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«. δέον ἐστὶν ἀποδοῦναι τὸν λόγον περὶ τῶν πικρίδων ἀκολούθως τῷ τὰ ἄζυμα εῑναι εἰλικρινείας καὶ ἀληθείας. ἔχε δὲ εἰλικρίνειαν καὶ ἀλήθειαν, καὶ πικρίδες ἔσονταί σοι, καὶ ἐσθίεις μετὰ πικρίδων τὰ ἄζυμα τῆς εἰλικρινείας καὶ ἀληθείας, οἷον Παῦλος. ἐπειδήπερ ἤσθιε τὰ ἄζυμα εἰλικοινείας καὶ ἀληθείας, καὶ πικρίδας ἤσθιε. πῶς πικρίδας ἤσθιε; λέγων »ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν«. πῶς πικρίδας ἤσθιεν; «ἐν κόπῳ καὶ μόχθῳ, καὶ ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, χωρὶς τῶν παρεκτός«. ὁ μὲν οὖν νόμος εἶπεν· 〉ἄζυμα μετὰ πικρίδων ἔδεσθε ἔδεσθε〈· καὶ οὐκ εἶπεν· ἄζυμα μετὰ πικρίδων ἔδεσθε, ἕως ἐμπλησθῆτε, ὥσπερ ἐπί τινων ἄλλων λέλεκται· »φάγεσθε καὶ ἐμπλησθήσεσθε«. ὁ δὲ προφήτης προσεπιτείνει λέγων ὅτι οὐχὶ πικρίαν ἔφαγον, ἀλλὰ »πικρίας ἐνεπλήσθην«· ὅση δύναμις τῶν πικρῶν μετελάμβανον πραγμάτων, ὥστε με[τὰ] πληρεστάτων πικρίδων μεταλβεῖν.