Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 2-2
Not analysed yet
Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἡσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμπεν αὐτοῖς ἰατροὺς ὁ θεὸς τοὺς προφήτας. εἷς τῶν ἰατρῶν καὶ Ἱερεμίας ἠν· ἤλεγχε τοὺς ἁμαροτάνοντας, ἐπιστρέφειν βουλόμενος τοὺς κακῶς πράττοντας. οἱ δὲ δέον ἀΚούειν τῶν λεγομένων, κατηγόρουν τοῦ προφήτου καὶ κατηγόρουν ἐπὶ δικαστῶν παραπλησίων ἑαυτοῖς. καὶ ἀεὶ ἐν δίκαις ἠν ὁ προφήτης ὑπὸ τῶν ὅσον ἐπὶ τῇ προφητείᾳ αὐτοῦ θεραπευθέντων, διὰ δὲ τὴν ἰδίαν ἀπείθειαν μὴ θεραπευομένων. ἐπὶ τούτοις ὁτὲ μὲν λέγει· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὁστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ὁτὲ δέ φησιν, ὁρῶν ἑαυτὸν ἀεὶ δικαζόμενον, λοιδορούμενον, ἐγκαλούμενον, ψευδομαρτυρούμενον· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες; «ἔλεγεν »ἄνδρα« οὐ δικάζοντα ἀλλὰ »δικαζόμενον«, καὶ οὐ διακρίνοντα ἀλλὰ »διακρινόμενον πάσῃ τῇ γῇ«. καὶ ἐπεὶ οἱ κάμνοντες οὐκ ἤκουον αὐτοῦ καλῶς συμβουλεύοντος καὶ ἰατρικῶς, φησίν· »οὐκ ὡφέλησα«. καὶ ἐπεὶ δανείζοντος αὐτοῦ τὰ πνευματικὰ ἀργύρια οὐκ ἐβούλοντο ἀκούειν ἐκεῖνοι οἷς ἔλεγεν, ἕνα ὠφεληθῶσιν ἐξ ὧν ἤκουσαν, φησίν· Ε; οὐδὲ ὠφείλησέ μοι οὐδείς, οὐδὲ ὡφείλησα<.