Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 3-2
Not analysed yet
Ἀλλὰ προλαβὼν ταῦτα εἶπον, πρὶν διηγήσωμαι τὸ »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς«. δισσὴ γάρ ἐστιν ἡ γραφή· ἐν μὲν γὰρ τοῖς πλείστοις ἀντιγράφοις »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς«, ἐν δὲ τοῖς ἀκριβεστάτοις καὶ συμφωνοῦσι τοῖς Ἑβραἱκοῖς »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς«. δεῖ οὖν καὶ τὸ καθημαξευμένον καὶ φερόμενον έν ταῖς ἐκκλησίαις διηγήσασθαι καὶ τὸ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν ἀδιήγητον μὴ καταλιπεῖν. ἐκήρυσσε τοίνυν τὸν λόγον οὐδεὶς προσίετο τὰ λεγόμενα. ὡς καὶ ἰατρὸς προσανήλισκε τὰ φάρμακα, ἀκολάστων ὄντων καὶ τὰς ἰδίας ἐπιθυμίας πληρούντων τῶν καμνόντων. ὡσεὶ καὶ ἐκεῖνος ἔλεγεν· »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς«. τάχα ἀντιπάθειά ἐστι διὰ τὴν φιλανθρωπίαν τοῦ ὠφεληθέντος πρὸς τὸν ὠφελήσαντα. ὥστε γενέσθαι εἰς τὸ ὠφεληθῆναι καὶ τὸν λέγοντα, ἐπεὶ μακάριος ὁ λέγων εἰς ὠτα ἀκουόντων«. ταύτην οὖν τὴν ὠφέλειαν ὠφεληθείη ἂν διδάσκαλος ἀπὸ ἀκροατῶν προκοπτόντων καὶ βελτιουμένων, ὠφεληθείη ἂν τῷ ἔχειν καρποὺς έν αὐτοῖς. 〈ταύτην οὐκ ἔχων ἀπὸ τῶν ᾿Ιουδαίων ῾Ιερεμίας φησίν· >>οὐδείς με ὠφέλησεν<. εἰ Τὰρ καρπὸν μὲν δεῖ ἔχειν ἐν τὸν λέγοντα, ὁ δὲ ἀκροώμενος παρεκδέχοιτο καὶ ἔξω γίνοιτο τῶν λεγομένων, λέγεται τὸ >οὐκ ὠφέλησέ με οὐδὲ εἷς<· ἐπεὶ μὴ ταύτην τὴν ὠφέλειαν, ἣν ὠφελήθη ἂν ἐκ τοῦ τὸν ἀκροατὴν ὠφεληθέντα αἴτιον προκοπῆς καὶ μακαριότητος γενέσθαι τῷ ὠφελήσαντι. καὶ ἄλλως δὲ πᾶς ὁ διδάσκων κατ᾿ αὐτὸ τὸ διδάσκειν, ὅσῳ συνετώτερός έστιν ὀ μανθάνων, ὠφελεῖται εἰς ἃ διδάσκει, εἰς ἃ μανθάνει. καὶ κρείττους γίνονται περὶ ἃ παραδιδόασι μαθήματα οἱ λέγοντες, ὅτε συνετοὶ ὄντες οἱ ἀκροαταὶ καὶ οὐχ ἁπαξαπλῶς παραδέχονται, ἀλλὰ ἀντιβασανίζουσι καὶ ἐρωτῶσι καὶ ἐξετάζουσι τὸ βούλημα τῶν λεγομένων. <οὖν ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδὲ .