Ancient Greek
Ὁμιλία ιζ΄. Εἰς τὸ »ἐφώνησε πέρδιξ« μέχρι τοῦ »καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθέμησα, σὺ ἐπίστασαι«.
Origen, In Jeremiam (Homiliae 12-20) 5-4
Not analysed yet
Εἶτα πάλιν εὐχή ἐστιν οὕτως ἔχουσα· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι,ὅτι καύχημά μου σὺ εἶ. ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι«. μόνῳ τῷ ἐληλυθότι διὰ τοὺς κακῶς ἀλλ᾿ οἱ ἰατρῷ καὶ λέγοντι·» οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾿ οἱ κακῶς ἔχοντες« ἔστιν εἰπεῖν τεθαρρηκότως πάντα τὸν βουόμενον θεραπευθῆναι ἀπὸ τοῦ νοσεῖν τὴν ψυχὴν αὐτοῦ·» ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«. εἰ δέ τις ἄλλος παρὰ τοῦτον ἐπαγγέλλεται τὴν τῶν ψυχῶν ἐατρικήν, οὐκ ἂν λέγοις ἐκείνῳ ἀληθεύων· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«. καὶ γὰρ ἐκείνη ἡ »αἱμορροοῦσα« ἐδαπάνησε »τὰ παρ᾿ αὐτῆς πάντα« εἰς τοὺς ἰατρούς, καὶ »οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς αὐτῶν θεραπευθῆναι«· πρὸς οὐδένα γὰρ ἐκείνων εὔλογον ἦν εἰπεῖν· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«, ἢ πρὸς μόνον, οὗ ἀρκεῖ ἅψασθαι »τοῦ κρασέδου τοῦ ἱματίου«. λέγω οὖν πρὸς τοῦτον· »ἴασαί με, κύριε, καὶ ἰαθήσομαι«· ἐὰν γὰρ ἰάσῃ, τὸ τέλος ἐπακολουθήσει τῇἀπὸ σοῦ ἰάσει, ἡ θεραπεία, ὥστ᾿ἄν με σωθῆναι. ὅσοι δὲ ἄλλοισώσουσιν, οὐ σωθήομαι· μόνη δὲ καὶ ἀληθῶς σωτηρία, ἐὰν σώσῃ χριστός, ἐπεὶ τότε σωθήσομαι. »ψευδὴς ἵππος εἰς σωτητίαν«, ψευδῆ καὶ τὰ ἄλλα πάντα παρὰ τὸν θεὸν εἰς σωτηρίαν. διὰ τοῦτο αὐτῷ εἴποιμι ἄν· »σῶσόν με, κύρις, καὶ σωθήσομαι«. καὶ λέγω τοῦτο, ἐὰν καὶ τὸ ἑξῆς δυνηθῶ λέγειν τῷ ἀποτετάχθαι παντὶ καυχήματι, ἵνα εἴπω· »ὅτι καύχημά μου εἶ σύ«, ἣ ὅτε πληρῶ τὴν λέγουσαν ἐντολήν· »μὴ καυχάσθω ὁ σοφὸς| ἐντῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ἂ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, τοῦ συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος«. μακάριος οὖν ὁ ἀποταξάμενος πάσῃ τῇ κάτω καυχήσει, οἷον ἐπὶ καλουμένῃ εὐγενείᾳ καὶ ἐπὶ κάλλει καὶ τοῖς σωματικοῖς πράγμασιν, ἐπὶ πλούτῳ, ἐπὶ δόξῃ, καὶ ἀρκο΄μενος μιᾷ καυχήσει ἵνα εἴπῃ· »ὅτι καύχημά μου εἶ σύ«.