Ancient Greek
Ὁμιλία ιζ΄. Εἰς τὸ »ἐφώνησε πέρδιξ« μέχρι τοῦ »καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθέμησα, σὺ ἐπίστασαι«.
Origen, In Jeremiam (Homiliae 12-20) 6-5
Not analysed yet
»Ἰδοὺ αὐτοὶ λέγουσι πρός με· ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλθέτω. ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου«. ὁἸησοῦς σοι λέγει· <ἆρον τὸν σταυρόν σου, καὶ ἀκολύθει μοι>,καὶ <ἄφες πάντα, καὶ ἀκολούθει μοι<, καὶ>ὅστις οὐ καταλείψει τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μαθητής<. ἐὰν οὖν γένῃ τοιοῦτος ὥστε πάντοτε ἀκολουθεῖν τῷ Ἰησοῦ, καὶ ἀκολουθήσεις θήσεις καὶ ὅσον ἀκολουθεῖς οὐ κοπιάσεις· »οὐκ ἔσται« γὰρ »μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ«. οὐκ ἔστι κόπος ἀκολουθοῦντι Ἰησοῦ, αὐτὸ τὸ ἀκολουθεῖν περιαιρεῖ τὸν κόπον. διὰ τοῦτο αὐτός φησιν, ἵνα μηκέτι κοπιῶμεν, κοπιάσαντες πρὸ τοῦ ἄρξασθαι αὐτῷ ἀκολουθεῖν· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς«. ἐὰν οὖν κοπιῶντες ἔλθωμεν πρὸς αὐτὸν καὶ ἀκολουθήσωμεν αὐτῷ, ἐροῦμεν· »ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου«. Τούτῳ δὲ ἀκόλουθόν ἐστιν εἰπεῖν ἡμᾶς καὶ τὸ »ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα«. ἔστι τις ἡμέρα ἀνθρώπου, ἔστι τις ἡμέρα τοῦ θεοῦ. τὴν ἡμέραν τῆς ἀναστάσεως τῶν ἁγίων ἐπιθυμησάτω ἕκαστος ἡμῶν, μὴ ἐκείνην περὶ ἧς γέγραπται· »οὐαὶ οἱ ἐπιθυμοῦντες ἡμέραν κυρίου· καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς«. τίς ἐστιν ὁ λέγων· »καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα«; ἡ σαφήνεια τοῦ λόγου ἐλέγξει ἡμᾶς, ὅτι ἡμέραν ἀνθρώπου [οὐκ] ἐπεθυμήσανεν. πολλάκις νοσήσαντες καὶ ἐν φαντασίᾳ θανάτου γενόμενοι ἐπὶ τῆς ἐξόδου παρακαλοῦμεν τοὺς ἐπισκοποῦντας ἡμᾶς ἀδελφοὺς καί φαμεν· αἴτησαί μοι κομίατον, αἴτησαί μοι ἐπιμένειν τῷ βίῳ. ταῦτα λέγοντες οὐχ ἡμέραν ἐπιθυμοῦμεν ἁγίαν θεοῦ, ἀλλ᾿ ἡμέραν ἀνθρώπου. διόπερ ἀποθέμενοι τὴν φιλοςωίαν καὶ τὸ ἐπιθυμεῖν ἀνθρωπίνην ἡμέραν, ζητήσωμεν τὴν ἡμέραν ἐκείνην ἰδεῖν, ἐν ᾗ τευξόμεθα τῆς ἐν Χριστῷ Ἰησοῦ μακαριότητος, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.