Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 8-2
Not analysed yet
καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς »δικάζεται καὶ διακρίνεται ἐν πάσῃ τῇ γῇ«. τίς οὖν οὐ δικάζει τὸν Χριστιανὸν λόγον; τίς τῶν ἐθνῶν κἂν ἁπλῶς οὐκ ἐξετάζει αὐτόν; τίς οὐ λέγει τῶν Ἰουδαίων τὰ περὶ Χριστιανῶν; τίς τῶν Ἑλλήνων; τίς τῶν φιλοσόφων; τίς τῶν ἰδιωτῶν; [καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς »δικάζεται καὶ διακρίνετει ἐν πάσῃ τῇ γῇ«.] πανταχοῦ Ἰησοῦς δικάζεται καὶ κρίνεται· καὶ ὑφ᾿ ὧν μὲν καταδικάζεται, ὑφ᾿ ὧν δὲ οὐ καταδικάζεται. ἐὰν μὴ καταδικάζηται, παράδεκτος γίνεται· ἀνοίγεις αὐτῷ τὰς θυρίδας, εἰσέρχεται πρός σε· πιστεύεις εἰς αὐτόν, δειπνεῖ μετὰ σοῦ. ἐὰν δὲ μὴ παραδέξῃ περὶ Χριστιανισμοῦ ἀκούων, οὐδὲν ἄλλο πεποίηκας ἢ κατεδίκασας τὸν Ἰησοῦν ὡς ψευδόμενον, ὡς πλανήσαντα τοὺς ἀνθρώπους, ὡς οὐκ ἀληθεύοντα, διὰ τοῦ μὴ πεπιστευκέναι τῷ λόγῳ ᾧ διδάσκει. »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; «ὅσοι μὲν τέλεον ἀπιστοῦσι, καταδικάζουσιν αὐτόν· ὅσοι δὲ οὐκ ἀπιστοῦσιν ἀλλὰ ἀμφιβάλλουσι περὶ αὐτοῦ, διακρίνονται περὶ αὐτοῦ. δύο πάσχει ὁ Ἰησοῦς ἐν ἀνθρώποις· ὑπὸ μὲν τῶν ἀπίστων καταδικάζεται, ὑπὸ δὲ τῶν διψύχων διακρίνεται. ἐὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου« ἀποθέμενος »τὴν εἰκόνα τοῦ χοϊκοῦ«, οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδικάζεται, οὐκέτι γῆ εἶ διακρίνουσα αὐτόν.