Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 9-2
Not analysed yet
»Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. ὁ ἀπόστολος λέγει περὶ τοῦ σωτῆρος ὅτι »ἐσταυρώθη ἐξ ἀσθενείας«. καὶ ὁ προφήτης δὲ παραπλήσια τούτοις λέγει ἐν τῷ »κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ ἐν πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἀτιμίας, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμενθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας Ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν«. οὐκοῦν ἀνέλαβε τὴν ἀσθένειαν τῶν ἁμαρτημάτων ἡμῶν καὶ ἐφόρεσεν ἡμᾶς καὶ ἦλθε πρὸς τοὺς καταρωμένους αὐτόν, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐξέλιπεν ἀπὸ τῶν καταρωμένων ἀπ᾿ οὐρανῶν καταβαίνοντος. ἅμα γὰρ ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν καὶ ἑαυτὸν ἐκένωσεν, ὡς ὁ ἀπόστολος εἶπεν ὅτι »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«. »ἐξέλιπεν« οὖν φησιν »ἡ ἰσχύς μου ἐν τοῖς καταρωένοις με«.