Ancient Greek
Page 406
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 406
Not analysed yet
οὐκοῦν κληροδοτεῖ Μωυσῆς, ἀλλὰ ‹πέραν τοῦ Ἰορδάνου›· κληροδοτεῖ δὲ ‹Ἰησοῦς μετὰ τῶν ἀρχιφύλων τοῦ Ἰσραήλ›. Οὕτως Ἰησοῦς ὁ Χριστὸς τὴν ἀληθῆ κληροδοσίαν διδοὺς παραλαμβάνει ‹τοὺς ἄρχοντας› τοῦ πνευματικοῦ ‹Ἰσραήλ›, τοὺς Ἀποστόλους, πρὸς οὓς ἔφησεν, ὅτι· «καθήσεσθε ἐπὶ θρόνους ιβʹ κρίνοντες τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ». Παραλαμβάνεται δὲ καὶ ‹Ἐλεάζαρ› συνιὼν Ἰησοῦ, τυπῶν ἑκάτερος τὸν ἱερέα καὶ ἄρχοντα, τὸν υἱὸν τοῦ Θεοῦ.