Ancient Greek · ~3 min
Page 419
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 419
Not analysed yet
καὶ ἐκκακεῖ ὁ ἀκροατής. Καὶ πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων, οἷον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν τῶν ἁγίων προφητῶν. Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ ‹γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν›, ἣν καὶ πιστεύομεν, ὅτι «πᾶσα γραφὴ θεόπνευστος οὖσα ὠφέλιμός ἐστι». Τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι ‹θεόπνευστοι›, ἐπεὶ οὔκ εἰσιν ‹ὠφέλιμοι›, ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος· ἤ, ὡς πιστός, παραδέξασθαι, ὅτι, ἐπεί εἰσιν ‹θεόπνευστοι›, ‹ὠφέλιμοί› εἰσιν. Ἰστέον μέντοι γε, ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολλάκις γίνεται ἡ ὠφέλεια, οἷον πολλάκις τροφήν τινα διατασσόμεθα ἐσθίειν ὀξυδερκικὴν καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα, ὅτι ὠφελούμεθα τὸν ὀφθαλμόν, ἀλλ' ἡμέρας διαγενομένης δευτέρας καὶ