Ancient Greek · ~3 min
Page 128
Origen, Libri x in Canticum canticorum (fragmenta) 128
Not analysed yet
Πρόσχες δὲ καὶ τούτοις εἰς τὸν τόπον, ὅτι ‹ὁ ἥλιος› λευκὸς καὶ λαμπρὸς ὢν δοκεῖ τὴν αἰτίαν ἔχειν τοῦ ‹μελανοῦν›, οὐ παρ' ἑαυτὸν, ἀλλὰ παρὰ τόν, ὡς ἀποδεδώκαμεν, ‹μελανούμενον›. Οὕτω δὲ μήποτε καὶ ‹σκληρύνει Κύριος τὴν καρδίαν Φαραώ›, τῆς αἰτίας τούτου οὔσης περὶ αὐτὸν ‹κατοδυνῶντα τὴν τῶν Ἑβραίων ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις›, οὐχὶ τοῖς ἐν ὄρεσι καὶ βουνοῖς, ἀλλὰ ‹τοῖς ἐν τοῖς πεδίοις›· ὑλικὸς γάρ τις ἀπὸ τῆς ἑαυτοῦ κακίας γεγενημένος καὶ κατὰ σάρκα κατὰ πάντα ζῶν, ‹πηλῷ› φίλος τυγχάνων βούλεται καὶ τοὺς Ἑβραίους πηλοποιεῖν τὸ ἡγεμονικὸν ἔχων οὐ καθαρὸν ‹πηλοῦ›, ὅπερ ὡς πηλὸς ὑπὸ ἡλίου σκληρύνεται,