Ancient Greek
Page 129
Origen, Libri x in Canticum canticorum (fragmenta) 129
Not analysed yet
οὕτως ὑπὸ τῶν αὐγῶν τοῦ Θεοῦ ἐπισκοπουσῶν τὸν Ἰσραὴλ ‹ἐσκληρύνθη›. Ὅτι δὲ τοιαῦτά ἐστιν ἐν τοῖς κατὰ τὸν τόπον καὶ οὐχ ἱστορίαν ψιλὴν πρόκειται ἀναγράφειν τῷ θεράποντι, δῆλον ἔσται τῷ συνορῶντι ὅτι, ἡνίκα ‹κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ›, οὔτε ‹ἀπὸ τῆς πλινθείας› οὔτε ‹ἀπὸ τοῦ πηλοῦ› οὔτε ‹ἀπὸ τῶν ἀχύρων κατεστέναξαν›, ἀλλ' ‹ἀπὸ τῶν ἔργων›· «καὶ ἀνέβη αὐτῶν ἡ βοὴ πρὸς Θεόν», οὐκ ‹ἀπὸ πηλοῦ›, ἀλλὰ πάλιν «ἀπὸ τῶν ἔργων». Διὸ καὶ «εἰσήκουσε ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν»· οὐκ ‹εἰσακούων στεναγμοῦ› τῶν οὐκ ‹ἀπὸ ἔργων βοώντων› πρὸς αὐτόν, ἀλλ' ‹ἀπὸ πηλοῦ› καὶ τῶν γηίνων πράξεων.