Ancient Greek · ~1 min
Page 130
Origen, Libri x in Canticum canticorum (fragmenta) 130
Not analysed yet
«Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα». Ἤγουν οἱ διδάσκοντές με μαθηταὶ τοῦ Χριστοῦ, καθᾶραι με τῶν πρὸ τούτου βουλόμενοι πονηρῶν λογισμῶν καὶ τῶν συνεργούντων ταῦτα δαιμόνων, ‹ἐμαχέσαντο› τούτοις ‹ἐν ἐμοὶ τῆς αὐτῆς μοι μητρὸς ὄντες υἱοί›· ‹τῆς ἐλευθέρας› φημί· οἱ μὲν εἰς