Ancient Greek · ~1 min
Page 166
Origen, Libri x in Canticum canticorum (fragmenta) 166
Not analysed yet
ἑαυτῆς ‹νάρδῳ τοὺς πόδας ἀλείψασα τοῦ Ἰησοῦ καὶ ταῖς θριξὶν ἀπομάξασα› μεταπεποιημένην ἐκ ‹τῆς ὀσμῆς› τοῦ νυμφίου ταύτην ἀνέλαβεν· ἧς αἰσθανομένη φησὶν ἐπὶ ‹τὴν κεφαλὴν› ἐλθούσης· ‹ἡ ἐμὴ νάρδος ἔδωκέ μοι τὴν τοῦ νυμφίου ὀσμήν›. Διόπερ ὡς ἀπὸ τῶν χρωτῶν Ἰησοῦ ‹τὴν οἰκίαν ὅλην ἐπλήρωσε› τῆς μαθητρίας ‹τὸ μύρον›.