Ancient Greek
Page 168
Origen, Libri x in Canticum canticorum (fragmenta) 168
Not analysed yet
«Ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδοῦς μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται». Εἰποῦσα ‹τὴν νάρδον› τοῦ νυμφίου ‹δεδωκέναι μοι τὴν ὀσμὴν› νῦν φημι ‹τὸν ἀδελφιδόν μου› πνέειν ‹στακτῆς›, οὐ διαχεομένης οὐδὲ ἔξω πνεούσης, ἀλλ' ἀποδεδεμένης καὶ πυκνότερον τὴν εὐωδίαν διδούσης. Ἀδελφὸν δὲ τὸν πρῶτον ἐσχηκυῖα λαὸν ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐπείπερ ἐξ αὐτοῦ ‹τὸ κατὰ σάρκα ἦν ὁ Χριστός›, ‹υἱὸν› κέκληκεν ‹ἀδελφοῦ›