Ancient Greek
Page 169
Origen, Libri x in Canticum canticorum (fragmenta) 169
Not analysed yet
τὸν νυμφίον. Τοῦ δὲ Ἀκύλα ἐκδεδωκότος ‹πατράδελφον› λεκτέον πατέρα εἶναι τῆς ἐξ ἐθνῶν ἐκκλησίας τὸν πάλαι λαόν, ἐπεὶ ἐκ τοῦ παρ' ἐκείνοις νόμου καὶ τῶν προφητῶν ἡ ἐν Θεῷ γένεσις καὶ ἡ ἐξ ἡμῶν εἰς εὐσέβειαν ὑπῆρξε προαγωγή. Τούτου τοίνυν οὕτως ἀποδεδομένου τῆς νύμφης ‹πατρὸς ἀδελφὸς› ὁ σωτὴρ ὁμοίως ἐκείνοις ‹ὑπὸ νόμον γενόμενος›.