Ancient Greek · ~2 min
Page 175
Origen, Libri x in Canticum canticorum (fragmenta) 175
Not analysed yet
τοῦ λόγου ὑπεροχῆς. Τάχα δὲ ‹κλίνην› κοινὴν ἑαυτῆς καὶ τοῦ νυμφίου τὸ σῶμα αἰνίττεται, ἐν ᾧ ἔτι οὖσα ἡ ψυχὴ ἀξιοῦται τῆς τοῦ λόγου κοινωνίας. Λέγει γοῦν Παῦλος· «τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστι». Διὰ γὰρ τοῦ ‹ὑμῶν› τῆς νύμφης εἶναι λέγει τὸ σῶμα, διὰ δὲ τοῦ ‹μέλη Χριστοῦ› τοῦ νυμφίου. ‹Σύσκιον› δέ φησι τὸν νυμφίον διὰ τὴν πυκνότητα τῶν ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ θεωρημάτων. (Ἐὰν δὲ ᾖ ἡ κοινὴ νύμφη ἀμφοῖν εὐθαλής, οὐδὲν θαυμαστὸν θείας δυνάμεως ἡγουμένης καὶ ἐπὶ τὸ σῶμα πᾶσαν τὴν διὰ τοῦ σώματος πρᾶξιν ἀγαθὴν δηλοῦσθαι.)