Ancient Greek · ~2 min
Page 178
Origen, Libri x in Canticum canticorum (fragmenta) 178
Not analysed yet
«Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων». ‹Ἄνθος› λέγει τὸ ὁδεῦον ἐπὶ τὸ γενέσθαι καρπός. Ἐν οὖν τῷ περιγείῳ τόπῳ ‹πεδίῳ› ῥηθέντι ‹ἄνθος› ἐστὶν ὁ νυμφίος λόγος, ὡς πρὸς τὰ μέλλοντα· ‹ὅταν γὰρ ἔλθῃ τὸ τέλειον›, μεταβαλεῖ τὸ ‹ἄνθος› εἰς τὸ γενέσθαι καρπός. Καὶ ἐπεὶ μὴ πλέον χωροῦσι, οὗ ὡς ‹ἄνθος› λέγει, οἱ ἐπὶ γῆς, διὰ τοῦτο γέγονεν ὁ νυμφίος ὡς ‹ἄνθος τοῦ πεδίου›. «Ἑαυτὸν» γὰρ «ἐκένωσε μορφὴν δούλου λαβὼν» πρὸς τὸ δυνηθῆναι ‹τὴν δόξαν› αὐτοῦ μετὰ ταῦτα ‹θεάσασθαι›