Ancient Greek · ~2 min
Page 180
Origen, Libri x in Canticum canticorum (fragmenta) 180
Not analysed yet
γενημένῃ περὶ ἑαυτῆς μὲν λέγειν οὐδέν, πρὸς οἷς δὲ ὁ νυμφίος ἔφη περὶ ἑαυτοῦ, ‹μήλῳ› παραβάλλειν αὐτόν, τοὺς παρ' αὐτὸν δὲ ‹υἱοὺς› ‹ξύλοις δρυμοῦ›· ὑπερβολῇ δὲ πόθου τὸ καὶ ‹σκιᾶς› ἐπιθυμεῖν τῆς αὐτοῦ καὶ παραπέμψαι τῷ βάθει τὴν τούτου ποιότητα. Ἔοικε δὲ ταῦτα λέγειν πρὸς ‹τὰς νεάνιδας› ὡς πρὸς ‹τοὺς ἑταίρους› ὁ νυμφίος τὰ πρῶτα. ‹Υἱοὺς› δὲ ἢ ‹τοὺς ἑταίρους› λέγει, οὓς παραθέσει τοῦ νυμφίου ‹ξύλοις ἀκάρποις› παρείκασεν, ἢ τοὺς ἀλλοτρίους αὐτοῦ.