Ancient Greek · ~2 min
Page 179
Origen, Libri x in Canticum canticorum (fragmenta) 179
Not analysed yet
ἡμᾶς. Μήποτε δὲ τοῖς μὲν εὐγενεστέροις καὶ ὁμαλέσι ‹πεδίοις› ὀνομαζομένοις ‹ἄνθος› ἐστί, τοῖς δὲ τούτων κατωτέροις καὶ κοιλοτέροις ‹κρίνον›. Ταῦτα φήσας ὁ νυμφίος παραβάλλει ‹τὴν πλησίον› αὐτοῦ ἄλλαις ‹θυγατράσι›, ταῖς λοιπαῖς ψυχαῖς, αἵτινές εἰσιν ‹ἄκανθαι› ταύτῃ παραβαλλόμεναι. Τοιαῦται δὲ αἱ μὴ ‹πλησίον› τοῦ νυμφίου ψυχαί, ἡ δὲ ‹πλησίον› ‹κρίνον ἐν μέσῳ› διαλάμπον αὐτῶν). «Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου.» Ἔπρεπε τῇ νύμφῃ τοῦ κάλλους ὅλῃ τοῦ νυμφίου γε-