Ancient Greek · ~2 min
Page 199
Origen, Libri x in Canticum canticorum (fragmenta) 199
Not analysed yet
«Φωνὴ τοῦ ἀδελφιδοῦ μου». Τοῦτό τινες τοῖς προλαβοῦσιν ἀπέδωκαν, τὸ δὲ ἑβραϊκὸν ἐξ ἰδίας τάττει περικοπῆς. Καὶ δῆλόν ἐστιν, ὡς ἡ νύμφη διαλεγομένη ‹ταῖς θυγατράσιν Ἱερουσαλὴμ› αἰφνίδιον αἰσθάνεται ‹τῆς› τοῦ νυμφίου ‹φωνῆς› διαλεγομένου τισίν, ὡς εἰκός· ἧς αἰσθανομένης ‹ἐπὶ τῶν ὀρῶν› καὶ ‹τῶν βουνῶν› τῶν παρακειμένων τῷ τόπῳ τῆς νύμφης διάλλεται ὡς μηδὲν ἀπᾴδειν ‹νεβρῷ›. Εἶτα σπουδῇ τῇ περὶ τὴν νύμφην ἐγένετο πλησίον τοῦ οἴκου καὶ παρέστησεν ‹ὄπισθεν› αὐτοῦ. Εἶτα ‹πηδήσας›