Ancient Greek
Page 200
Origen, Libri x in Canticum canticorum (fragmenta) 200
Not analysed yet
μέχρι τῶν τοῦ οἴκου φθάνει ‹θυρίδων›, ἐρωτικῶς ὥσπερ ἐθέλων εἰς αὐτὴν ‹παρακύψαι›. Ἐγγὺς δὲ τῆς οἰκίας, ἔνθα ἡ νύμφη, ‹δίκτυα› πολλὰ ἐπ' ἐνέδρᾳ τῆς νύμφης καὶ τῶν περὶ αὐτὴν ἐκπεπέτασται, ἅπερ ‹διακόψας› ὁ νυμφίος ὡς ἰσχυρότερος ‹διέκυψε δι'› αὐτῶν καὶ καλεῖ τὴν νύμφην ‹πλησίον ἐλθεῖν› παραθαῤῥύνων ἔργῳ ‹τῶν δικτύων› καταφρονεῖν ὡς ἤδη σχισθέντων καὶ τοῦ χαλεποῦ δι' αὐτῶν ‹παραδραμόντος› καιροῦ, ὃν ‹χειμῶνα› καλεῖ ἀνωφελῆ φέροντα καὶ σφοδρὸν ‹ὑετόν›. Προτρέπεται δὲ καὶ διὰ τῶν καλῶν τοῦ παρόντος καιροῦ ‹ἄνθη› λέγων ὡς ἐν ἔαρι καὶ θεραπείαν ‹ἀμπέλων›. ‹Τρυγόνος› τε ‹φωνὴν› καὶ ‹συκῆς ὀλύνθους› καὶ ‹κυπριζούσας ἀμπέλους› διαγράφει