Ancient Greek · ~3 min
Page 201
Origen, Libri x in Canticum canticorum (fragmenta) 201
Not analysed yet
καὶ τὸν, ἔνθα συναναπαύσεται, τόπον, ἔνθα γενομένην ἐβούλετο αὐτὴν ὅλῳ ‹προσώπῳ› τῷ νυμφίῳ φανῆναι καὶ ‹τῆς ἡδείας› αὐτῇ ‹παρέχειν ἀκοῦσαι φωνῆς›. Ἢ καὶ ‹ὄρη› τοὺς προφήτας φησὶν ἀρτίους τῷ φρονήματι, τῶν ἀληθινῶν θεωρητάς. Οἶμαι δὲ καὶ τοὺς Ἀποστόλους, ἐπεὶ κατὰ γενεὰν ἡ σοφία εἰς ψυχὰς μεταβαίνει. ‹Ὄρη› δέ, ἐπεὶ ἀνισχόντος ἡλίου πρῶτα καταλάμπονται, ‹βουνοὺς› δὲ τοὺς ἔλαττον χωρήσαντας τὴν τοῦ πνεύματος ἐπιφάνειαν. Λέγοις δ' ἂν καὶ ‹ὄρη› τὰ ἐν νόμῳ νοήματα, ‹βουνοὺς› δὲ τὸ τῶν λοιπῶν προφητῶν. Ἢ καὶ ὁ θεωρήσας τὸν ἐν καινῇ διαθήκῃ λόγον βλέπει τὸν ‹ἐπὶ τὰ ὄρη πηδῶντα›, ‹ἐπὶ› δὲ ‹τοὺς βουνοὺς διαλλόμενον› τὸν ἐν τῷ παλαιῷ γράμματι. ‹Νεβρῷ› δὲ ‹ἐλάφων› ὁ νυμφίος ἀπείκασται, οὐ μόνον ὡς ἀναλίσκων τοὺς ὄφεις, ἀλλ' ὅτι καὶ