Ancient Greek · ~10 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVII.
Origen, Philocalia Εἰ U+03F9 τά· Ἐ U+03F9κλήρυνε κύριο U+03F9 τὴν καρδίαν Φαραώ. “Ε U+03F9κλήρυνε Δὲ κύριο U+03F9 τήν καρδίαν Φαραὼ, καὶ οὐκ ἠβουδήοη ἐξαπο U+03F9τεῖδαι αὐτου U+03F9.᾿
Not analysed yet
1. Πολλάκις ἐν τῇ ξόδῳ κείμενον τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· καί· Ἐγώ σκληρυνῶ τὴν καρδίαν Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετʼ ἄλλων πολλῶν καὶ τοῦτο σἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεοῦ ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλομένου πειθόμενον ἔχειν οἶς προστάσσει τόν Φαραώ. τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραω. οἱ μὲν γὰρ πειθόμενοι μὰ ἄλλον εἶναι θεὸν παρά τὸν δημιουργόν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἑχοντος τοῦ τόνδε μὲν ἐλεεῖσθαι τόνδε δὲ σκληρύνεσθαι ὑπʼ αὐτοῦ. ἕτεροι δὲ βέλτιον παρὰ τούτους φερόμενοί φασι πολλὰ καὶ ἄλλα κεκρύφθαι τῆς γραφής αὐτοῖς νοήματα, καὶ οὐ παρά τοῦτο τῆς ὑγιοῦς πίστεως τρέπεσθαι · ἕν δὲ τῶν ἀποκεκρυμμένων εἶναι καὶ τὸν περὶ ταύτης τῆς γραφῆς ὑγιῆ λόγον. μὲν αὐτὸν εἶναι θέλουσι καὶ οὐκ ἀγαθόν, σφόδρα ἰδιωτικῶς ἄμα καὶ ἀσεβῶς ἐνεχθέντες ἐν τῷ χωρίζειν δικαιοσύνην ἀγαθότητος, καὶ οἶεσθαι ὅτι οἶόν τέ ἐστι δικαιοσύνην εἶναι ἔν τινι χωρὶς ἀγαθότητος καὶ ἀγαθότητα δίχα δικαιοσύνης· ὅμως δὲ καὶ τοῦτο λέγοντες ἐναντία τῇ ἰδία ὑπολήφει περὶ δικαίου προσίενται θεοῦ σκληρύνειν τήν καρδίαν Φαραὼ καὶ ἀπειθῆ αὐτήν κατασκευάζειν ἑαυτῷ. εἰ γάρ ὀ τὸ κατʼ ἀξίαν ἑκάστῳ ἀπονέμων δίκαιος καὶ ἀπό τῆς ἑαυτῶν αἰτίας κρείττοσιν ἢ χείροσι γεγενημένοις ἀποδιδοὺς ὦν ἐπιτήδειον ἕκαστον τυγχάνειν ἐπίσταται, πῶς δίκαιος ὀ ἁμαρτίας χείρονος αἶτιος γενόμενος τῷ Φαραώ; καὶ οὐχ ἀπλῶς αἶτιος, ἀλλʼ ὅσον ἐφʼ οἶς ἐκεῖνοι ἐξεδέξαντο συνεργήσας εἰς τὸ γενέσθαι αὐτὸν ἀδικώτατον. ἐπʼ οὐδὲν γάρ ἀναφέροιτες ἄξιον προαιρέσεως δικαίου θεοῦ τὴν σκλήρυνσιν τῆς καρδίας Φαραώ, οὐκ οἶδʼ ὅπως δίκαιον θεὸν, κἄν καθʼ ἅ διηγεῖσθαι βούλωνται, παραστῆσαι δύνανται τὸν σκληρύνοντα τὴν καρδίαν Φαραώ. ὅθεν θλιπτέον αὐτοὺς ἐν τοῖς κατὰ τὸν προκείμενον τόπον, ὅπως ἤτοι παραστήσωσι πῶς δίκαιος σκληρύνει, ἢ τολμήσωσιν εἰπεῖν ὅτι ἐπεὶ σκληρύνει πονηρὸς ὁ δημιουργός· ἥ μήτε εὐποροῦντες ἀποδείξεων πρὸς τὸ τὸν δίκαιον σκληρυντικόν εἶναί τινος, μήτε τολμῶντες τὸ ἐπὶ τοσοῦτον ἀσεβὲς προέσθαι περὶ τοῦ κτίσαντος ὠς περὶ πονηροῦ, καταφύγωσιν ἐπὶ ἑτέραν ὀδὸν ἐξηγητικήν τοὺ· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· ἀποστάντες τοῦ, ἐκ τοῦ νομίζειν τὰ κατὰ τὰς λέξεις νοεῖν, τὰς ἰδίας ἀναιρεῖν περὶ δικαίου θεοῦ νοήσεις. τὸ δὲ τελευταῖον κἄν ἀπορεῖν ὅ τί ποτε ὁ λόγος ὑποβάλλει ὁμολογήσουσιν.