Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVII.
Origen, Philocalia 2-23
Not analysed yet
2. Ταῦτα μὲν οὖν ἐσπαράχθω ἐξεταζόμενα περὶ θεοῦ ἐν τῷ προκειμένῳ προβλήματι. ἐπεὶ δὲ εἰς τὸν περὶ φύσεως τόπον οἱ ὑπολαμβάνοντές τινας ἐκ τῆς κατασκευῆς ἐπʼ ἀπωλείᾳ γεγονέναι καὶ ταῦτα φέρουσι, λέγοντες δηλοῦσθαι ὅ διδάσκουσι διὰ τοῦ ἐσκληρύνθαι ὑπὸ κυρίου τὴν καρδίαν Φαραὼ, φέρε ταῦτα αὐτῶν πυνθανώμεθα· ὁ ἐπʼ ἀπωλεία κτισθεὶς οὐκ ἄν ποτε ποιῆσαί τι τῶν κρειττόνων δύναιτο, αὐτῆς τῆς ἐνυπαρχούσης φύσεως ἀντιπραττούσης αὐτῷ πρὸς τὰ καλά· τίς οὖν χρεία τὸν Φαραώ ἀπωλείας, ὥς φατε, υἱὸν τυγχάνοντα σκληρύνεσθαι ὑπὸ τοῦ θεοῦ, ἴνα μὴ ἀποστείλῃ τὸν λαόν; εἰ γάρ μὴ ἐσκληρύνετο, ἀπέστειλεν ἄν. ἀποκρινέσθωσαν δή περὶ τούτου λέγοντες, τί ἂν ἐποίησεν ὁ Φαραὼ, εἰ μὴ ἐσκληρύνθη; εἰ μὲν γάρ ἀπέλυε μὴ σκληρυνθεὶς, οὐχὶ φύσεως ἀπολλυμένης ἥν. εἰ δὲ μή ἀπέλυε, περισσὸν τὸ σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν· ὁμοίως γὰρ οὐκ ἀπέλυε καὶ μὴ σκληρυνθείς. τί δὲ ἐνεργῶν ὁ θεὸς περὶ τὸ τγεμονικὸν αὐτοῦ ἐσκλήρυνεν αὐτόν; καὶ πῶς αὐτόν αἰτιᾶται λέγων· Ἀνθʼ ὧν ἀπειθεῖς μοι, ἰδοὺ ἐγώ ἀποκτενῶ τὰ πρωτότοκά σου; ἆρα γὰρ ὀ σκληρύνων σκληρὸν σκληρύνει; σαφὲς δʼ ὅτι τό σκληρὸν οὐ σκληρύνεται, ἀλλʼ ἀπὸ ἁπαλότητος εἰς σκληρότητα μεταβάλλει· ἁπαλότης δὲ καρδίας κατὰ τὴν γραφὴν ἐπαινετὴ, ὡς πολλαχοῦ τετηρήκαμεν. λεγέτωσαν τοιγαροῦν εἰ χρηστός ὁ Φαραὼ τυγχάνων γεγένηται πονηρός· ἀλλὰ καὶ ἤτοι αἰτιόμενος ὁ θεὸς τὸν Φαραώ μάτην αἰτιᾶται ἢ οὐ μάτην· εἰ μὲν οὖν μάτην, πῶς ἔτι σοφός καὶ δίκαιος; εἰ δὲ μὴ μάτην, αἶτιος ἐτύγχανε τῶν ἁμαρτημάτων τῶν κατὰ τὴν ἀπείθειαν ὁ Φαραώ· καὶ εἰ αἴτιος, οὐ φύσεως ἦν ἀπολλυμένης. πευστέον μέντοι γε καὶ τοὺτο, διἀ τὸ καταχρώμενον τόν ἀπόστολον τοῖς ἐντεῦθεν ῥητοῖς λέγειν· Ἀρʼ οὗν ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; τίς ὁ σκληρύνων καὶ ἐλεῶν; οὐ γάρ δή ἑτέρου τὸ σκληρύνειν καὶ ἑτέρου τὸ ἐλεεῖν κατὰ τὴν ἀποστολικτν φωνὴν, ἀλλὰ τοῦ αὐτοῦ. ἤτοι οὖν οἱ ἐν Χριστῷ ἐλεούμενοι τοῦ σκληρύνοντός εἰσι τὴν καρδίαν Φαραὼ, καὶ μάτην ἀναπλάσσεται αὐτοῖς ἕτερος θεὸς ἢ ὁ ἀγαθὸς κατʼ αὐτοὺς θεός, οὐκ ἐλεήμων μόνον ἀλλὰ καὶ σκληρύνων· ἢ καὶ οὐκέτʼ ἂν εἴη, ὡς ὑπολαμβάνουσιν, ἀγαθός.