Ancient Greek
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVI.
Origen, Philocalia 8-7
Not analysed yet
8. Ταῦτα δὲ ἐπὶ πολὺ παρεκβεβηκέναι δοκοῦντες ἐξητάσαμεν, πειθόμενοι ἀναγκαῖα αὐτὰ εἶναι πρὸς τό· Πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; κατὰ τὸ δυνατόν γάρ ὀ λόγος τοῖς λέγουσι πολλοῖς· Τίς δείξει τμῖν τὰ ἀγαθά; παρέστησε καὶ ἔδειξε τίνα τὰ ἀγαθὰ, δῆλον δὲ ὅτι καὶ τίνα τὰ κακά· ἵνα διά τε ἀσκήσεων καὶ εὐχῶν κτησώμεθα τὰ ἀγαθὰ καὶ ἀνατρέφωμεν τὰ κακὰ ἀπὸ τῶν φυχῶν ἡμῶν. ἀλλʼ ἐπείπερ ἐστὶν ἐν τῷ φράζειν ὅτὲ μὲν κυριολεκτεῖν, ὁτὲ δέ που καὶ καταχρῆσθαι, οὐ θαυμαστὸν εἶ ποτε εὐρήο ομεν τὴν τῶν ἀγαθῶν καὶ κακῶν προσηγορίαν κειμένην ἐπὶ τῶν σωματικῶν καὶ τῶν ἐκτός λεγομένων παρὰ τοῖς οὐχ ὑγιῆ δόγματα ἔχουσιν· οἶον ἐν τῷ Ἰώβ· Εἰ τὰ ἀγαθἀ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἐν τῷ Ἱερεμίᾳ· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας ερουσαλήμ. ἀντὶ γὰρ τοῦ εἰπεῖν· εἰ τὰ τοιάδε τινὰ χρηστά καὶ ἡδέα τυγχάνοντα ἐδεξάμεθα παρά τῆς προνοίας εἰς τμᾶς ἐφθακότα, τὰ πικρὰ καὶ ἐπίπονα οὐχὶ προθύμως ἐνεγκοῦμεν; λέγεται τό· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; καὶ ἀντὶ τοῦ φάναι· κατὰ πρόνοιαν τάδε τινὰ τῇ Ἰερουσαλὴμ ὑπὲρ τοῦ παιδευθῆναι τοὺς ἐνοικοῦντας ἐν αὐτῇ γεγένηται, γέγραπται τό· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ. δεήσει τοίνυν τὰ πράγματα συνιέντας μὴ γλίσχρους εἶναι περὶ τὰ ὀνόματα, ἀλλὰ καταλαμβάνειν πότε κυρίως κατά τῶν πραγμάτων ταῦτα τέτακται, καὶ πότε διὰ τὴν στενοχωρίαν τῶν ὀνομάτων ἐν καταχρήσει. εἰ δὲ καὶ ὁ σωτὴρ τάδε τινὰ ἰάσατο, καὶ ἐδωρήσατο ὑγείαν καὶ ὄφεις καὶ ἀκοάς ἀνθρώποις· προηγουμένως μὲν τὴν ἀναγωγήν αὐτῶν ζητητέον, τοῦ λόγου τὰ τῆς φυχῆς πάθη θεραπεύειν διὰ τούτων τῶν ἱστοριῶν δηλουμένου. οὐκ ἄτοπον δὲ ἐπὶ τοῖς τοιούτοις καὶ τὰ κατὰ τὴν ἱστορίαν ἀπαγγελλόμενα νοεῖν γεγονέναι ὑπὲρ καταπλήξεως τῶν τότε ἀνθρώπων· ἴνα οἱ μή πειθόμενοι λόγοις ἀποδεικτικοῖς καὶ διδασκαλικοῖς δυσωπηθέντες τάς τεραστίους δυνάμεις συγκαταθῶνται τῷ διδάσκοντι.