Ancient Greek · ~16 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia Περὶ ὕλνιc, ὅτι οὐκ ἀΓἐνητο U+03F9 οὐδὲ κκκῶκ αἰτία. ἐκ τῆc Εἠ U+03F2εβίου τοῦ Παλαι U+03F2τιναίογ εὐαΓΓελικῆc προπαραcκευῆc, λόΓου ζ΄..1
Not analysed yet
1. Ὅτι μὲν ὑπάρχειν ἀδύνατον ἀγένητα δύο ἄμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω· εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβών τοῦτο προτεθεικέναι τῷ λόγῳ· τῷ πάντως ἐξ ἀνάγκης τὸ τερον δεῖν λέγειν, ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἤ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτόν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγένητον λέξει· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλʼ ἔν ἐκ διαφόρων συνεστός· οὐδὲ γάρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέρη κατακερματίζομεν εἰς πολλὰ γενητά· ἀλλʼ εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἔν τι γενητόν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν· οὕτως ἀνάγκη, εἰ μὲν μή κχώρισται τῆς ὑλης ὁ θεὸς, ἕν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων· ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν· ἀδύνατον γάρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθʼ ὅ ἠ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων· ὅν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἶπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἄν, εἰ κεχώρισται ἀπʼ ἀλλήλων, ἦ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὰν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δʼ οὖ πάλιν κεχώρισθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν. ἄν δʼ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον, ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστι τό μήτε κεχωρίσθαι τὸν θεόν τῆς ὑλης μήτʼ αὗ πάλιν ὡς μέρη ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὑλῃ τὸν θεόν ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω· ὅτι, ἐάν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτόν καὶ χωρητόν λέγειν δεῖ καὶ πρός τῆς ὑλης περιγραφόμενον. ἀλλὰ μήν καὶ ὁμοίως αὐτόν τῇ ὑλῃ ἀτάκτως φέρεσθαι δεῖ, μή ἵστασθαι δὲ μηδὲ μένειν αὐτόν ἐφʼ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ῷ ἐστὶν ἄλλοτε ἄλλως φερομένου. πρός δὴ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ἠ ὑλη, ἐκόσμησε δὲ αὐτήν εἰς τὸ κρεῖττον τρέφοι προαιρούμενος· ἦν ποτὲ ὅτε ἐυ ἀκοσμήτοις ἢυ ὀ θεός. δικαίως δʼ ἄν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὑληυ ὁ θεός, ἤ ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς. εἰ μὲν γάρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεὸν, πλεῖστον ὅσον μικρότερον αὑτὸν τῆς ὑλης λέγει· εἴ γε δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν τὸν θεόν. εἰ δὲ ἐν πάσῃ εἶναι λέγοι καὶ δί ὅλης κςχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησε φρασάτω· ἀνάγκη γάρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἡς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφʼ οὗ ὑπεχάρησεν, καὶ ἑαυτόν τῇ ὑλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. εἰ δὲ τήν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διισταμένου αὐτοῦ ἀφʼ ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζώων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριζομένου αὐτοῦ εἰς ὑποδοχήν τῶν γινομένων ἐν αὐτῷ· ἢ ὁς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δʼ ὥσπερ ἐν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἠ ὕλη καὶ ἀκόσμητος, πρὸς δή τούτοις ἔχουσα καὶ κακὰ, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν· ὅπερ οὐκ εὐφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἴνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν· καὶ τοῦτο φυγεῖν προαιρούμενος, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἄν περὶ ταύτης ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτήν ἀγένητον· ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν ἔφησθα εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτο ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γινομένου μοι τοῦ λόγου καθʼ ὅν τρόπον ἐστὶ τά κακά, καὶ ὅτι οὐχ οἶόν τέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ.