Ancient Greek · ~9 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXΙV.
Origen, Philocalia 2-20
Not analysed yet
2. Φῇς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἦς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν; Οὕτω μοι δοκεῖ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἠ ὑλη, γέγονε δὲ κόσμος πρός τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονεν ποιητής ὁ θεός; Οὕτως ἔχει. Ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι· πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι; Δοκεῖ. Ἐτερον δέ τι παρὰ τὸς οὐσίας ὑπάρχειν αὐτάς; Οὕτως ἔχει. Oὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ θεός, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσιν, τῷ μηδὲ οὐσίας αὐτάς εἶναι, ἐκ μὴ ὄντων αὐτός ὑπὸ τοῦ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν· ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρός τοῦ θεοῦ. ἀλλʼ ὀ μὲν περὶ τούτου λόγος ὥδε ἐχέτω· καὶ γάρ παρʼ ἡμῖν ὁρῶμεν ἀνθρόπους ἐξ οὐκ ὄντων ποιοντάς τινα· εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὗτοι ποιεῖν ἔν τινι· οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν· καὶ γάρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων, καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δὲ, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ· οὐδὲ γάρ ἠ οὐσία ἐστὶν ἠ ποιοῦσα τὴν πόλιν ἢ σὖ πάλιν τοὺς ναιὺς, ἀλλʼ ἠ περὶ τήν οὐσίαν τέχνη. ἠ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσίαις τέχνης γίνεται· ἀλλʼ ἐξ οὐκ οὗσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τένης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτʼ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ποκειμένης τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτήν ἐφʼ αυτῆς οὗσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶ, καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ γέηται. ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται, ἠ δὲ οὐκ ἔσται, ἐάν μή πρότερον ἄνθρωπος ἦ· ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρόπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. εἰ τοίνυν τοῦτο οὗτως ἔχον ἐπʼ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν θεόν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων, τό καὶ τὰς οὐσίας οὐτως ἔχειν δείκνυται.