Ancient Greek · ~11 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia Kαὶ κλήμηU+03F2 λἐ ὁ Ῥωμαῖοc, Πἐτρου το λτοcτόλου μαθητὴU+03F2, U+03F2υωδα τουτοιU+03F2 ἐΝ το παρόντι προβληματ πρὸU+03F2 τὸν πατὲρα ἐν Λαοδικεἱα εἰπὼν ἐκ ταῖU+03F2 πεπιὀ δοιU+03F2, ἀναγκαιότατόν τ ἐπἰ τέλε τῶκ πεπὶ τοὺτου λόγω φηψὶν περὶ τῶν τὴ U+03F9 γενέ U+03F9εω U+03F9 δοκούντων ἐκβεβηκέναι, λόγω ιδ΄.
Not analysed yet
22. Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελγίσαντό με συνθέσθαι σοι· ἡ δὲ ἐμτ συνείδησις μικρά με ὥσπερ πυρετοῦ ἔλλειμμα πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τίς γενέσεως πάντα μοι ἀποτελεσθέντα. Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, πάτερ, οἵαν φύσιν ἔχει τό μάθημα, ἐξ ὥν ἐγώ σοι συμβουλεύω. μαθηματικῷ συμβαλὼν, εἰπὲ πρῶτον αὐτῷ ὅτι Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε μαθεῖν ἤθελον. καὶ ἐρεῖ σοι ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικός ἐγένετο, ἢ τόν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεόρησεν ἐκ τετραγώνου ἢ διαμέτρου ἢ συνών ἦ κεκεντρωμένος ἦ παρὰ αἶρεσιν. ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει. πρός τούτοις δὲ ἢ ἀγαθοποιός κακῷ ἀσύνδετος ἦν ἢ ἀνεπιθεώρητος ἢ ἐν σχήματι ἢ παρά αἶρεσιν ἢ ἐν ἐκλείφει ἤ ἀνεπισύναφος ἤ ἐν ἀμαυροῖς ἄστροις. καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν πρός ἀ ἠκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. μετὰ τοῦτον οὖν τὸν μαθηματικόν ἑτέρῳ προσελθὼν τὰ ἐναντία εἰπὲ· ὅτι Τόδε μοι ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. καὶ ὅμως ώς προεῖπον ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἔν τι εὑρεῖν σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ πλείονα, ὡς αὐτὸ τό ἐνεργῆσαν ὅθεν τὰ ἀγαθά ἐρεῖ γεγενῆσθαι. ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων μή ἐν πάσῃ ὣρᾳ τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι τοὺς δὲ κακῶς· κύκλος γὰρ ἔστιν ἰσομερής, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρός ἅς ἕκαστος εἰπεῖν ἔχει δ θέλει. ὅνπερ γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν· οὐτως καὶ τὸ μάθημα πρό τοῦ τι ἀποτελεσθῆναι οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται, μετὰ δὲ τήν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται. πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται λέγοντες ὅτι Τάδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν. τό μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μτ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως σιτία γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιήσαι ἐκιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. ὄτι ἥδε ἠ σιτία ἤμῖν τοῖς τὸ μυστήριον μεμαθηκόσι σαφής ἐστιν· ὅτι, ἐλεύθερον ἔχοντες λογισμόν ἐνίοτε συγχωρήσαντες τῇ ἐπιθυμίᾳ ττήμεθα,π ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι νενικήκαμεν. οἱ δὲ ἀστρολόγοι, τοῦτο αὑτὸ τό μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ ἀρχῆς, πταίσαντες τούς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τήν προαίρεσιν, ώς χθὲς ἐπεδείξαμεν. σὺ δὲ τοῦ λοιποῦ πρός ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. Καὶ ὁ πατὴρ ὀμόσας ἀπεκρίνατο, μηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπες.