Ancient Greek · ~5 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia καὶ ἐν τῶ τρίτῳ τόμῳ τῆU+03F2 αὐτῆU+03F2 κατα᾿ κἑλU+03F2ογ πραγματείαU+03F2 ταδε φηU+03F2ίν·
Not analysed yet
15. Εἶθ᾿ ἐξῆς τούτοις ὁ Κέλσος τὰ ὑπὸ ὀλίγων πάνυ παρὰ τὴν διδασκαλίαν Ἰησοῦ λεγόμενα νομιζομένων χρι· στιανῶν, οὐ φρονιμωτέρων (ὡς οἴεται) ἀλλʼ ἀμαθεστάτων, φέρων, φησὶ τοιαῦτα ὑπʼ αὐτῶν προστάσσεσθαι· Μηδεὶς προσίτω πεπαιδευμένος, μηδεὶς σοφός, μηδεὶς φρόνιμος· κακὰ γὰρ ταῦτα νομίζεται παρʼ ἡμῖν· ἀλλʼ εἴ τις ἀμαθὴς, εἴ τις ἀνόητος, εἴ τις ἀπαίδευτος, εἴ τις νήπιος, θαρρῶν ἡκέτω. τούτους γὰ ἀξίους εἶναι τοῦ σφετέρου θεοῦ αὐτόθεν ὁμολογοῦντες, δῆλοί εἰσιν ὅτι μόνους τοὺς ἠλιθίους καὶ ἀγεννεῖς καὶ ἀναισθήτους καὶ ἀνδράποδα καὶ γύναια καὶ παιδάρια πείθειν ἐθέλουσί τε καὶ δύνανται. καὶ πρός ταῦτα δέ φαμεν ὅτι, ὥσπερ εἶ τις, τοῦ Ἰησοῦ διδάσκοντος τὰ περὶ σωφροσύνης καὶ λέγοντος· Ὅς ἐὰν ἐμβλέψῃ γυναικὶ πρὸς τὀ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· ἑώρα τινὰς ὀλίγους ἀπὸ τῶν τοσούτων χριστιανοὺς εἶναι νομιζομένους ἀκολάστως ζῶντας, εὐλογώτατα μὲν ἂν αὐτοῖς ἐνεκάλει παρὰ τὴν Ἰησοῦ βιοῦσι διδασκαλίαν· ἀλογώτατα δʼ ἂν ἐποίησεν, εἰ τό κατʼ ἐκείνων ἔγκλημα τῷ λόγῳ προσῆπτεν· οὕτως, ἐὰν εὑρίσκηται οὐδενὸς ὗττον ὁ χριστιανῶν λόγος ἐπὶ σοφίαν προκαλούμενος, ἐγκλητέον μὲν ἔσται τοῖς συναγορεύουσι τῇ σφῶν ἀμαθίᾳ, καὶ λέγουσιν οὐ ταῦτα μὲν ἅπερ ὁ Κέλσος ἀνέγραψεν· οὐδὲ γὰρ οὕτως ἀναισχύντως, κἃν ἰδιῶταί τινες ὦσι καὶ ἀμαθεῖς, λέγουσιν· ἕτερα δὲ πολλῷ ἐλάττονα καὶ ἀποτρεπτικὰ τοῦ ἀσκεῖν σοφίαν.