Ancient Greek · ~10 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 16-3
Not analysed yet
16. Ὅτι δὲ βούλεται ἡμᾶς εἶναι σοφοὺς ὁ λόγος, δεικτέον καὶ ἀπὸ τῶν παλαιῶν καὶ Ἰουδαϊκῶν γραμμάτων, οἶς καὶ ἡμεῖς χρώμεθα· οὐχ ἧττον δὲ καὶ ἀπὸ τῶν μετὰ τὸν Ἰησοῦν γραφέντων καὶ ἐν ταῖς ἐκκλησίαις θείων εἶναι πεπιστευμένων. ἀναγέγραπται δὴ ἐν πεντηκοστῷ ψαλμῷ Δαυὶδ ἐν τῇ πρὸς θεὸν εὐχῇ λέγων· Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. καὶ εἴ τίς γε ἐντύχοι τοῖς ψαλμοῖς, εὕροι ἅν πολλῶν καὶ σοφῶν δογμάτων πλήρη τὴν βίβλον. καὶ Σολομὼν δὲ, ἐπεὶ σοφίαν ᾔτησεν, ἀπεδέχθη· καὶ τῆς σοφίας αὐτοῦ τὰ ἴχνη ἔστιν ἐν τοῖς συγγράμμασι θεωρῆσαι, μεγάλην ἔχοντα ἐν βραχυλογίᾳ περίνοιαν· ἐν οἶς ἂν εὕροις πολλὰ ἐγκώμια τῆς σοφίας καὶ προτρεπτικὰ περὶ τοῦ σοφίαν δεῖν ἀναλαβεῖν. καὶ οὕτω γε σοφὸς ἦν Σολομὼν, ὥστε τὴν βασιλίδα Σαβὰ ἀκούσασαν αὐτοῦ τὸ ὄνομα καὶ τὸ ὄνομα κυρίου ἐλθεῖν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν. ἥτις καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. καὶ ἀπήγγειλεν αὐτῇ Σολομὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος ὑπὸ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν φρόνησιν Σολομὼν, καὶ τὰ κατʼ αὐτόν· καὶ ἐξ ἑαυτῆς ἐγένετο. καὶ εἶπε πρὸς τὸν βασιλέα· ἀληθὴς ὀ λόγος ὃν ἢκουσα ἐν τῇ γῇ μου περὶ σοῦ καὶ περὶ τῆς φρονήσεως σου· καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτε παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου. καὶ ἰδοὺ οὐκ ἔστι καθὼς ἀπήγγειλάν μοι τὸ ἥμισυ. προστέθεικας σοφίαν καὶ ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα. γέγραπται δὴ περὶ τοῦ αὐτοῦ ὅτι Καὶ ἔδωκε κύριος φρόνησιν τῷ Σολομὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. καὶ ἐπληθύνθη σοφία ἐν Σολομὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. καὶ ἐσοφίσατο ὑπὲρ πάντας ἀνθρώπους· καὶ τὰ ἐξῆς. οὕτω δὲ βούλεται σοφοὺς εἶναι ἐν τοῖς πιστεύουσιν ὁ λόγος, ὤστε ὑπὲρ τοῦ γυμνάσαι τὴν σύνεσιν τῶν ἀκουόντων τὰ μὲν ἐν αἰνίγμασι, τὰ δὲ ἐν τοῖς καλουμένοις σκοτεινοῖς λόγοις λελαληκέναι, τὰ δὲ διὰ παραβολῶν, καὶ ἄλλα διὰ προβλημάτων. καί φησί γέ τις τῶν προφητῶν, ὁ Ὡσηὲ, ἐπὶ τέλει τῶν λόγων αὐτοῦ· Τίς σοφὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνὼσεται αὐτά; Δανιὴλ δὲ καὶ οἱ μετʼ αὐτοῦ αἰχμαλωτισθέντες τοσοῦτον προέκοψαν καὶ ἐν τοῖς μαθήμασιν, ἄτινα ἤσκουν ἐν Βαβυλῶνι οἱ περὶ τὀν βασιλέα σοφοὶ, ὡς πάντων αὐτῶν διαφέροντας ἀποδειχθῆναι τούτους δεκαπλασίως. λέγεται δὲ ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὸν Τύρου ἄρχοντα, μέγα φρονοῦντα ἐπὶ σοφίᾳ· Μὴ σὺ σοφώτερος εἶ τοῦ Δανιὴλ; πᾶν κρύφιον οὐκ ἐπεδείχθη σοι.