Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XVIII.
Origen, Philocalia 14-3
Not analysed yet
14. Ὅμοιον δὲ πεποίηται κατὰ Ἰησοῦ καὶ τῶν μαθητῶν διαβολῇ φήσομεν εἶναι καὶ τό περὶ Ἀριστοτέλους ἱστορούμενον· οὗτος γὰρ ἰδὼν συγκροτεῖσθαι μέλλον κατʼ αὐτοῦ δικαστήριον ὡς κατὰ ἀσεβοῦς, διά τινα δόγματα τῆς φιλοσοφίας αὐτοῦ ἂ ἐνόμισαν εἶναι ἀσεβῆ Ἀθηναῖοι, ἀναχωρήσας ἀπὸ τῶν Ἀθηνῶν ἐν Χαλκίδι τὰς διατριβὰς ἐποιήσατο, ἀπολογησάμενος τοῖς γνωρίμοις καὶ εἰπών· Ἀπίωμεν ἀπὸ τῶν Ἀθηνῶν, ἵνα μὴ πρόφασιν δῶμεν Ἀθηναίοις τοῦ δεύτερον ἄγος ἀναλαβεῖν παραπλήσιον τῷ κατὰ Σωκράτους, καὶ ἵνα μὴ δεύτερον εἰς φιλοσοφίαν ἀσεβήσωσιν.