Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXV.
Origen, Philocalia Ὅτι ὁ ἐκ προγνώ U+03F9εω U+03F9 ἀφορι U+03F9μὸ U+03F2 πὐκ ἀναιρεῖ το αὐτεξού U+03F2ιον. ἐκ το ἀ τόμου τῶν εἰ U+03F9 τῆν πρὸ U+03F9 'Ρωμαιου U+03F9 ἐξηγητικών, εἱc τό· Ἀφωρικέος εί U+03F9 ευαγγελιον θεοῦ.
Not analysed yet
1. Τρίτον ἔστιν ἵειν τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ καὶ ἐν τῇ πρὸς Παλάτας ὀ ἀπόστολος περὶ ἑαυτοῦ Ga i 15 f. τοιαῦτά φησιν· Ὀτε δὲ εὐδόκησεν ὁ θεὸς, ὀ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύφαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τόν ἐκ προγνώσεως θεοῦ προωρισμένον σἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἶουται διά τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφʼ τμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ Ἀπηλλοτριόθησαν οἱ ἁμαρτωλοὶ ἀπό μήτρας· ἐν φαλμοῖς εἰρημένῳ. πρός μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντήσαι, ἐρωτῶντας περὶ τῆς ἐξῆς λέξεως· γέραπται γάρ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν φευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ώς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἄμα τῷ ἐξελθεῖν ἀπὸ γαστρὸς τῆς μητρός αὐτῶν ἐπλανήθησαν καὶ τῆς σωζούσης ὀδοῦ ἐσφάλησαν, αὐτοὶ εἰς τοῦτο ἐνεργήσαντες. πῶς δὲ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἀπό γαστρὸς ἐπλανήθησάν τε καὶ ἐλάλησαν φευδῆ; οὐ γὰρ δῆ δείξουσιν ὅτι ἄμα τῷ γεννηθῆναι ἔναρθρον φωνὴ προήκαντο, φευδῆ τινὰ προφερόμενοι. ἀλλʼ εἰ προσέχομεν τοῖς προτεταγμένοις τοῦ προορισμοῦ ἐν τῇ ἐξεταζομένῃ ἐπιστολῇ λεγομένοις, δυνησόμεθα, τὰ περισπῶντα τοὺς ἁπλουστέρους πρὸς παραδοχὴν τοῦ ἀδικίαν κατηγοροῦντος κατὰ τοῦ θείου δόγματος καθελόντες, ἀπολογήσασθαι περὶ τοῦ ἐκ κοιλίας μητρὸς ἀφορίζοντος καὶ εἰς εὐαγγέλιον θεοῦ ἀφορίζοντος τὸν δοῦλον Ἰησοῦ Χριστοῦ κλητὸν ἀπόστολον Παῦλον. οὕτω δὲ ἔχει τὰ ῥητά· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατά πρόθεσιν κλητοῖς οὐσιν· ὅτι οὕς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὕς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὕς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὗς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.