Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXI.
Origen, Philocalia 1-3
Not analysed yet
Περὶ αὐτεξουU+03F2ίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν λύU+03F2ιU+03F2 καὶ ἑρμηνεία. ἐκ το περὶ ἀρχῶν τρίτου τὀμου. 1. Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκκλησιαστικῷ περιέχεται ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθής, προκαλεῖται ἐπὶ τὸ καλῶς βιοῦν καὶ παντὶ τρόπῳ φεύγειν τήν ἁμαρτίαν, δηλονότι συγκατατιθεμένους τὸ ἐφʼ ἡμῖν εἶναι τὰ ἐπαίνου καὶ ψόγου ἄξια· φέρε καὶ τὰ περὶ τοῦ αὐτεξουσίου ἰδία ὀλίγα διαλάβωμεν, ἀναγκαιοτάτου ὡς ἔνι μάλιστα προβλήματος. ἴνα δὲ νοήσωμεν τί τὸ αὐτεξούσιον, τὴν ἔννοιαν αὐτοῦ ἀναπτύξαι δεῖ, ἵνα ταύτης σαφηνισθείσης ἀκριβῶς παρασταθῇ τὸ ζητούμενον. τῶν κινουμένων τὰ μέν τινα ἐν ἑαυτοῖς ἔχει τήν τῆς κινήσεως αἰτίαν, ἕτερα δὲ ἔξωθεν μόνον κινεῖται. ἔξωθεν μὲν οὖν μόνον κινεῖται τὰ φορητὰ, οἶον ξύλα καὶ λίθοι καὶ πᾶσα ἡ ὑπὸ ἕξεως μόνης συνεχομένη ὕλη. ὑπεξῃρήσθω δὲ νῦν τοῦ λόγου τὸ κίνησιν λέγειν τὴν ῥύσιν τῶν σωμάτων, ἐπεὶ μή χρεία τούτου πρὸς τὸ προκείμενον. ἐν ἑαυτοῖς δὲ ἔχει τήν αἰτίαν τοῦ κινεῖσθαι ζῶα καὶ φυτὰ καὶ ἀπαξαπλῶς ὅσα ὑπὸ φύσεως καὶ ψυχῆς συνέχεται, ἐξ ὦν φασὶν εἶναι καὶ τὰ μέταλλα. πρὸς δὲ τούτοις καὶ τὸ πῦρ αὐτοκίνητόν ἐστι, τάχα δὲ καὶ αἱ πηγαί. τῶν δὲ ἐν ἑαυτοῖς τὴν αἰτίαν τοῦ κινεῖσθαι ἐχόντων, τὰ μέν φασιν ἐξ ἑαυτῶν κινεῖσθαι, τὰ δὲ ἀφʼ ἑαυτῶν· ἐξ ἑαυτῶν μὲν τὰ ἄφυχα, ἀφʼ ἑαυτῶν δὲ τὰ ἔμψυχα. καὶ ἀφʼ ἑαυτῶν κινεῖται τὰ ἔμφχα, φαντασίας ἐγγινομένης ὁρμὴν προκαλουμένης. καὶ πάλιν ἔν τισι τῶν ζώων φαντασίαι γίνονται ὁρμν προκαλούμεναι, φύσεως φανταστικῆς τεταγμένως κινούσης τὴν ὁρμὴν, ὡς ἐν τῷ ἀράχνῃ φαντασία τοῦ ὑφαίνειν γίνεται, καὶ ὁρμὴ ἀκολουθεῖ ἐπὶ τὸ ὑφαίνειν, τῆς φανταστικῆς αὐτοῦ φύσεως τεταγμένως ἐπὶ τοῦτο αὐτόν προκαλουμένης, καὶ οὐδευὸς ἄλλου μετὰ τὴν φανταστικήν αὐτοῦ φύσιν πεπιστευμένου τοῦ ζώου· καὶ ἐν τῇ μελίσσῃ ἐπὶ τὸ κηρολαστεῖν.