Ancient Greek · ~9 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 26-3
Not analysed yet
26. Ἐπεὶ οὖν τούτοις πᾶσιν ἐπιφέρει ὁ Κέλσος τό· ‘Οὔκουν ἀνθρώπῳ πεποίηται τὰ πάντα, ὥσπερ οὐδὲ λέοντι οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι· ἀλλʼ ὅπως ὅδε ὁ κόσμος ὡς ἂν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἀπάντων γένηται· τούτου χάριν μεμέτρηται τὰ πάντα οὐκ ἀλλήλων, ἀλλʼ εἰ μὴ πάρεργον, ἀλλὰ τοῦ ὅλου· καὶ μέλει τῷ θεῷ τοῦ ὅλου, καὶ τοῦτʼ οὔποτε ἀπολείπει πρόνοια, οὐδὲ κάκιον γίνεται, οὐδὲ διὰ χρόνου πρὸς ἑαυτὸν ὁ θεὸς ἐπιστρέφει, οὐδ᾿ ἀνθρόπων ἕνεκα ὀργίζεται, ὥσπερ οὐδὲ πιθήκων οὐδὲ μυῶν· οὐδὲ τούτοις ἀπειλεῖ, ὧν ἕκαστον ἐν τῷ μέρει τήν αὐτοῦ μοῖραν εἴληφε·’ φέρε κἂν διὰ βραχέων πρὸς ταῦτ᾿ ἀπαντήσωμεν. οἶμαι δὴ ἀποδεδειχέναι ἐκ τῶν προειρημένων, πῶς ἀνθρώπῳ καὶ παντὶ λογικῷ τὰ πάντα πεποίηται· προηγουμένως γάρ διὰ τὸ λογικὸν ζῶον τὰ πάντα δεδημιούργηται. Κέλσος μὲν οὖν λεγέτω ὅτι οὕτως οὐκ ἀνθρώπῳ, ὡς οὐδὲ λέοντι οὐδ᾿ οἷς ὀνομάζει· ἡμεῖς δ᾿ ἐροῦμεν, οὐ λέοντι ὁ δημιουργὸς οὐδὲ ἀετῷ οὐδὲ δελφῖνι ταῦτα πεποίηκεν· ἀλλὰ πάντα διὰ τὸ λογικὸν ζῶον, καὶ ‘ὅπως ὅδε ὁ κόσμος ὡς ἄν θεοῦ ἔργον ὁλόκληρον καὶ τέλειον ἐξ ἀπάντων γένηται. τούτῳ γὰρ συγκαταθετέον ὡς καλῶς εἰρημένῳ. μέλει δὲ τῷ θεῷ οὐχ ὡς Κέλσος οἴεται μόνου τοῦ ὅλου, ἀλλά παρὰ τὸ ὅλον ἐξαιρέτως παντὸς λογικοῦ. καὶ οὐδέποτε ἀπολείψει πρόνοια τὸ ὅλον· οἰκονομεῖ γὰρ, κἂν κάκιον γένηται διὰ τὸ λογικὸν ἁμαρτάνον μέρος τι τοῦ ὅλου, καθάρσιον αὐτοῦ ποιεῖν, καὶ διὰ χρόνου ἐπιστρέφειν τὸ ὅλον πρὸς ἑαυτόν. ἀλλʼ οὐδὲ πιθήκων μὲν ἕνεκα ὀργίζεται οὐδὲ μυῶν· ἀνθρώποις δὲ ἐπάγει, ἃτε παραβᾶσι τάς φυσικάς ἀφορμάς, δίκην καὶ κόλασιν, καὶ τούτοις διὰ προφητῶν ἀπειλεῖ καὶ διὰ τοῦ ἐπιδημήσαντος ὅλῳ τῷ γένει τῶν ἀνθρώπων σωτῆρος· ἳνα διὰ τῆς ἀπειλῆς ἐπιστραφῶσι μὲν οἱ ἀκούσαντες, οἱ δὲ ἀμελήσαντες τῶν ἐπιστρεπτικῶν λόγων δίκας κατʼ ἀξίαν τίσωσιν, ἃς πρέπον θεόν ἐπιτιθέναι κατά τὸ ἑαυτοῦ συμφερόντως τῷ παντὶ βούλημα τοῖς τοιαύτης καὶ οὓτως ἐπιπόνου δεομένοις θεραπείας καὶ διορθώσεως. ἀλλὰ γὰρ καὶ τοῦ τετάρτου τόμου αὐτάρκη περιγραφὴν εἰληφότος, αὐτοῦ που καταπαύσομεν τόν λόγον. θεὸς δὲ δῴη διὰ τοῦ υἱοῦ αὐτοῦ, ὅς ἐστι θεός λόγος καὶ σοφία καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ πᾶν ὅ τί ποτε θεολογοῦσαι φασὶν περὶ αὐτοῦ αἱ ἱεραὶ γραφαὶ, ἄρξασθαι ἡμᾶς καὶ τοῦ πέμπτου τόμου ἐπʼ ὡφελείᾳ τῶν ἐντευξομένων, καὶ διανύσαι κἀκεῖνον μετὰ τῆς τοῦ λόγου αὐτοῦ εἰς τὴν τμετέραν ψυχὴν ἐπιδημίας καλῶς.