Ancient Greek · ~10 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 10-4
Not analysed yet
10. Εἰπών δʼ ὁ Κέλσος περὶ τῶν μελισσῶν, ἵνα τὸ ὅσον ἐφʼ ἑαυτῷ ἐξευτελίσῃ ἡμῶν οὐ χριστιανῶν μόνον ἀλλὰ καὶ πάντων ἀνθρώπων τὰς πόλεις καὶ τὰς πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας καὶ τοὺς ὑπὲρ τῶν πατρίδων πολέμους, ἔξῆς ἐπιφέρει διεξιὼν μυρμήκων ἐγκώμιον· ὅπως τῷ περὶ ἐκείνων ἐγκωμίῳ τὸ τῶν ἀνθρώπων περὶ τὴν τροφήν οἰκονομικὸν καταβάλῃ τῷ λόγῳ τῷ πρὸς τοὺς μύρμηκας, καὶ τὸ τῶν χειμαδίων προνοητικόν καταρρίψῃ, ὡς οὐδὲν πλέον ἔχον τῆς ἀλόγου τῶν μυρμήκων ἐν οἶς ἐκεῖνος νομίζει προνοίας. τίνα δʼ οὐκ ἂν τῶν ἁπλουστέρων ἀνθρώπων καὶ οὐκ ἐπισταμένων ἐνορᾷν τῇ φύσει πάντων πραγμάτων ἀποτρέψοι, τὸ ὅσον ἐφʼ ἑαυτῷ, ὁ Κέλσος ἀπὸ τοῦ τοῖς βαρουμένοις ὑπό φορτίων βοηθεῖν καὶ κοινωνεῖν ἐ. κείνοις τῶν καμάτων, λέγων περὶ μυρμήκων ὡς ‘ἂν ἀλλήλοις τῶν φορτίων, ἐπειδάν τινα κάμνοντα ἴδωσιν, ἐπιλαμβάνωνται; ἐρεῖ γὰρ ὁ δεόμενος τῆς διὰ λόγου παιδεύσεως καὶ μηδαμῶς ἐπαΐων αὐτῆς· Ἐπεὶ τοίνυν μηδὲν διαφέρομεν μυρμήκων καὶ ὅτε τοῖς κάμνουσι διὰ τό φέρειν βαρύτατα φορτία βοηθοῦμεν, τί μάτην τὸ τοιοῦτον ποιοῦμεν; καὶ οἱ μὲν μύρμηκες, ἄτε ἄλογα ζῶα τυγχάνοντες, οὐκ ἂν ἐπαρθεῖεν πρὸς τὸ μέγα φρονῆσαι διὰ τὸ παραβαλέσθαι ἀνθρώποις τὰ ἔργα αὐτῶν· οἱ δʼ ἄνθρωποι διὰ τὸν λόγον ἀκοῦσαι δυνηθέντες τίνα τρόπον εὐτελίζεται αὐτῶν τὸ κοινωνικόν, βλαβεῖεν ἄν τὸ ὅσον ἐπὶ τῷ Κέλσῳ καὶ τοῖς λόγοις αὐτοῦ, οὐκ ἰδόντι ὅτι χριστιανισμοῦ ἀποτρέψαι θέλων τοὺς ἐντυγχάνοντας αὑτοῦ τῇ γραφῇ ἀποτρέπει καὶ τῶν οὐ χριστιανῶν τὸ πρὸς τοὺς φέροντας τὰ βαρύτατα τῶν φορτίων συμπαθές. ἐχρῆν δʼ αὐτόν, εἶπερ ἦν καὶ φιλόσοφος αἰσθανόμενος τοῦ κοινωνικοῦ, πρός τῷ μὴ συναναιρεῖν τῷ χριστιανισμῷ τὰ ἀ χρήσιμα τῶν ἐν ἀνθρώποις, καὶ συνεργεῖν, εἰ οῖόυ τʼ ἦν, τοῖς κοινοῖς ἐν χριστιανισμῷ πρὸς τοὺς ἁλλους ἀνθρώπους καλοῖς. εἰ δὲ καὶ τῶν ἀποτιθεμένων καρπῶν τάς ἐκφύσεις ἀπεκτιθέασιν οἱ μύρμηκες, ἵνα μὴ σπαργῷεν μένοιεν δὲ δι᾿ ἔτους αὐτοῖς εἰς τροφήν· οὐ λογισμὸν εἶναι ἐν μύρμηξι τούτων σἴτιον ὑπονοητέον, ἀλλὰ τὴν παμμήτορα φύσιν καὶ τὰ ἄλογα κοσμήσασαν, ὡς μηδὲ τοὺλάχιστον καταλιπεῖν μηδαμῶς φέρον ἴχνος τοῦ ἀπὸ τῆς φύσεως λόγου. εἰ μὴ ἄρα διὰ τούτων λεληθότως βούλεται ὁ Κέλσος, καὶ γὰρ ἐν πολλοῖς Πλατωνίζειν θέλει, ὁμοειδῆ εἶναι πᾶσαν ψυχὴν, καὶ μηδὲν διαφέρειν τὴν τοῦ ἀνθρώπου τῆς τῶν μυρμήκων καὶ τῶν μελισσῶν· ὅπερ κατάγοντός ἐστι τὴν ψυχὴν ἀπό τῶν ἀλλὰ καὶ ἐπὶ τὰ λοιπά. τούτοις δʼ οὐ πείσονται χριστιανοὶ, προκατειληφότες τὸ κατʼ εἰκόνα γεγονέναι θεοῦ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ ὁρῶντες ὅτι ἀμήχανόν ἐστι τήν κατʼ εἰκόνα θεοῦ δεδημιουργημένην φύσιν πάντη ἀπαλεῖφαι τοὺς χαρακτῆρας αὐτῆς, καὶ ἁλλους ἀναλαβεῖν οὐκ οἶδα κατʼ εἰκόνας τίνων γεγενημένους ἐν τοῖς ἀλόγοις.