Ancient Greek · ~3 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XX.
Origen, Philocalia 9-4
Not analysed yet
9. Τάχα δὲ καὶ οἱ οἱονεὶ πόλεμοι τῶν μελισσῶν διδασκαλία ἔγκειται πρὸς τὸ δικαίους καὶ τεταγμένους πολέ. μους, εἶ ποτε δέοι, γίγνεσθαι ἐν ἀνθρώποις. καὶ οὐ πόλεις μὲν καὶ προπόλεις ἐν μελίσσαις· ἀλλʼ οἱ σίμβλοι καὶ τὰ ἑξάγωνα καὶ τὰ μελισσῶν ἔργα καὶ ἡ παρʼ ἐκείναις διαδοχή αὐτῶν, διὰ τοὺς ἀνθρώπους εἰς πολλὰ τοῦ μέλιτος χρήζοντος, θεραπείας τε σωμάτων πεπονθότων καὶ τροφήν καθαρτήριον. οὐ παραβλητέου δὲ τὰ κατὰ τῶν κηφήνων ὑπὸ τῶν μελισσῶν ἐπιτελούμενα, ταῖς κατὰ τῶν ἀργῶν ἐν ταῖς πόλεσι καὶ πονηρῶν δίκαις, καὶ ταῖς κατʼ αὐτῶν κολάσεσιν. ἀλλʼ, ὡς προεἴπον, τὴν μὲν φύσιν ἐν τούτοις θαυμαστέον· τὸν δʼ ἄνθρωπον, ἐπιλογίσασθαι τὰ περὶ πάντων δυνάμενον καὶ κοσμῆσαι τὰ πάντων, ἄτε συνεργοῦντα τῇ προνοίᾳ, ἀποδεκτέον· καὶ οὐ μόνης προνοίας θεοῦ ἔργα ἐπιτελοῦντα, ἀλλὰ καὶ τῆς ἑαυτοῦ.