Ancient Greek · ~9 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXII.
Origen, Philocalia 10-6
Not analysed yet
10. Εἶτα εἴ τις δύναται ὡς ἐν ἱστορίας σχήματι, ἐχούσης μέν τι καὶ καθʼ αὐτήν ἀληθὲς, ἐμφαινούσης δέ τι καὶ ἀπόρρητον, ἰδέτω καὶ τοὺς τὴν ἐξ ἀρχῆς διάλεκτον τετηρηκότας τῷ μὴ κεκινηκέναι ἀπʼ ἀνατολῶν μένοντας ἐν τῇ ἀνατολῇ καὶ τῇ ἀνατολικῇ διαλέκτῳ· καὶ νοείτω τούτους μόνους γεγονέναι μερίδα κυρίου καὶ λαὸν αὐτοῦ τὸν καλούμενον Ἰακώβ, γεγονέναι δὲ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· καὶ οὗτοι μόνοι ἐπιστατείσθωσαν ὑπὸ ἄρχοντος οὐκ ἐπὶ κολάσει παρειληφότος τοὺς ὑπʼ αὑτῷ, ὥσπερ οἱ ἀλλοι. βλεπέτω δʼ ὁ δυνάμενος ὡς ἐν ἀνθρώποις ἐν τῇ τούτων πολιτείᾳ τῶν τεταγμένων κατὰ τὴν διαφέρουσαν μερίδα τῷ κυρίῳ γενομένας ἁμαρτίας, πρότερον μὲν ἀνεκτὰς καὶ τοιαύτας ὡς μὴ πάντη ἀξίους εἶναι αὐτοὺς τοῦ ἐγκαταλείπεσθαι, ὕστερον δὲ πλείονας μὲν ἀλλʼ ἔτι ἀνεκτός· καὶ τοῦτʼ ἐπὶ πλείονα χρόνον νοῶν γινόμενον, καὶ ἀεὶ θεραπείαν προσαγομένην, καὶ ἐκ διαλειμμάτων τούτους ἐπιστρέφοντας, ὁράτω αὐτοὺς καταλειπομένους κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτανομένων τοῖς λαχοῦσι τὰς ἄλλας χώρας, πρότερον μὲν ἐπὶ τὸ ἔλαττον αὐτοὺς κολασθέντας καὶ τίσαντας δίκην, σπερεῖ παιδευθέντας, ἐπανελθεῖν εἰς τὸ οἰκεῖα· ὔστερον δὲ βλεπέτω αὐτοὺς παραδιδομένους χαλεπωτέροις ἄρχουσιν, ὡς ἄν ὀνομάσαιεν αἱ γραφαὶ, Ἀσσυρίοις, εἶτα Βαβυλωνίοις. εἶτα προσαγομένων θεραπειῶν ὁράτω τούτους οὐδὲν ἢττον αὐξοντας τά ἁμαρτανόμενα, καὶ διὰ τοῦτʼ ἐπισπειρομένους ὑπὸ τῶν διαρπαζόντων αὐτοὺς ἀρχόντων τῶν λοιπῶν ἐθνῶν ταῖς ἄλλαις μερίσιν. δʼ ἄρχων αὐτῶν ἐπίτηδες παροράτω διαρπαζομένους αὐτοὺς ὑπὸ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀρχόντων· ἴνα καὶ αὐτὸς εὐλόγως, ὡσπερεὶ ἑαυτὸν ἐκδικῶν, λαβὼν ἐξουσίαν ἀποσπάσαι τῶν λοιπῶν ἐθυῶν οὓς ἂν δύνηται, τὸ τοιοῦτο ποιήσῃ καὶ νόμους τε αὐτοῖς θῆται καὶ βίον ὑποδείξῃ καθʼ ὃυ βιωτέον· ἵνα αὐτους ἀναγάγῃ ἐπὶ τέλος, ἐφʼ ὅπερ ἀνῆγε τοὺς μὴ ἁμαρτάνοντας ἀπὸ τοῦ προτέρου ἔθυους. καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλικαῦτα βλέπειν, ὅτι πολλῷ δυνατώτερος ὁ λαχὼν τοὺς πρότερον μὴ ἡμαρτηκότας τῶν λοιπῶν ἐστίν· ἐπεὶ δεδύνηται ἀπὸ τῆς πάντων μερίδος ἐπιλέκτους λαβὼν ἀποστῆσαι μὲν αὐτοὺς τῶν ἐπὶ κολάσει παρειληφότων, προσαγαγεῖν δὲ νόμοις καὶ βίῳ συμβαλλομένῳ εἰς ἀμνηστίαν τῶν προημαρτημένων αὐτοῖς. ἀλλʼ, ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω, παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες τά μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι·' ἀφʼ ὧν καὶ ὁ Κέλσος λαβὼν τὰς ἐκκειμένας εἶπε λέξεις.